- Ἀρχέλαος δὲ τῷ κονιορτῷ τῆς ἐλάσεως ὅπερ ἦν τεκμηράμενος, Ὁρτήσιον μὲν εἰά χαίρειν, αὐτὸς δὲ ἐπιστρέψας ὡρ´μησεν ὅθεν ὁ Σύλλας πρός τὸ δεξιόν, ὡς ἔρημον ἄρχοντος αἱρήσων, ἅμα δὲ καὶ Μουρήνᾳ Ταξίλης ἐπῆγε τοὺς χαλκάσπιδας, ὥστε τῆς κραυγῆς διχόθεν φερομένης καὶ τῶν ὀρῶν ἀνταποδιδόντων τὴν περιήχησιν, ἐπιστήσαντα τὸν Σύλλαν διαπορεῖν ὁποτέρωσε χρὴ προσγενέσθαι. (Plutarch, Sulla, chapter 19 2:2)
(플루타르코스, Sulla, chapter 19 2:2)
- ἐπορεύετο δὲ καὶ ὀρθὸν ὥσπερ νῦν, ὁποτέρωσε βουληθείη: (Plato, Parmenides, Philebus, Symposium, Phaedrus, 151:2)
(플라톤, Parmenides, Philebus, Symposium, Phaedrus, 151:2)
- ὧν Λακεδαιμονίους μὲν καὶ πολεμεῖν ἡμῖν ἀκούω μετ Ἀχαιῶν, Φίλιππον δὲ οὐχ ὁρῶ σοι παρόντα, δυνατὸν ἐν τῷδε τῷ πολέμῳ ῥοπήν, ὁποτέρωσε προσθοῖτο, ποιῆσαι. (Appian, The Foreign Wars, chapter 3 3:4)
(아피아노스, The Foreign Wars, chapter 3 3:4)
- ὧν πυθόμενος ὁ Φίλιππος, ἐνδοιάζων ἔτι καὶ περισκοπῶν ὁποτέρωσε προσθοῖτο, αὐτίκα εἵλετο τὰ Ῥωμαίων, Βαίβιόν τε στρατηγὸν αὐτῶν, ἄρχοντά τινος πλησίον στρατοῦ, καλέσας ἐλθεῖν ἔς τι χωρίον, πίστεις αὖθις ἐδίδου Ῥωμαίοις ἀδόλως συμμαχήσειν κατ Αντιόχου. (Appian, The Foreign Wars, chapter 3 5:2)
(아피아노스, The Foreign Wars, chapter 3 5:2)