- Greek-English Dictionary

Ancient Greek-English Dictionary Language

μηδαμῆ?

Adverb; 자동번역 Transliteration: mēdamē

Principal Part: μηδαμῆ

Etym.: μηδαμός의 부사형,

Sense

  1. in no wise, not at all

Examples

  • οὐ μὴν εἶχόν γε ὅπη τῶν λόγων τραπόμενος ἀνεπίληπτόν τι αὐτῶν εὑρ´οιμι καὶ ὑπὸ θατέρου μηδαμῆ περιτρεπόμενον. (Lucian, Icaromenippus, (no name) 10:2)
  • "τοῦ δὲ μετρίου καὶ ἱκανοῦ καὶ μηδαμῆ περιττοῦ πανταχῆ δ αὐτάρκους, μάλιστα τοῖς θεοῖς πρέποντος ἔργου , εἰ ταύτην ἀρχὴν λαβὼν φαίη τις, ὅτι τῆς κοινῆς ὀλιγανδρίας, ἣν αἱ πρότεραι στάσεις καὶ οἱ πόλεμοι περὶ πᾶσαν ὁμοῦ τι τὴν οἰκουμένην ἀπειργάσαντο, πλεῖστον μέρος ἡ Ἑλλὰς μετέσχηκε, καὶ μόλις ἂν νῦν ὅλη παράσχοι τρισχιλίους ὁπλίτας, ὅσους ἡ Μεγαρέων μία πόλις ἐξέπεμψεν εἰς Πλαταιέας οὐδὲν οὖν ἕτερον ἦν τὸ πολλὰ καταλιπεῖν χρηστήρια τὸν θεὸν ἢ τῆς Ἑλλάδος ἐλέγχειν τὴν ἐρημίαν, ἀκριβῶς ἂν αὐτῷ παράσχοιμι τῆς εὑρησιλογίας. (Plutarch, De defectu oraculorum, section 8 1:5)
  • Εἰ γάρ τις ἕλκος λαβὼν ἐν κνήμῃ μήτε λίην ἐπίκαιρον μήτε λίην εὐήθες, μήτε ἄγαν εὐελκὴς ἐὼν, μήτε ἄγαν δυσελκὴς, αὐτίκα ἀρξάμενος ἐκ πρώτης κατακείμενος ἰητρεύοιτο, καὶ μηδαμῆ μετεωρίζοι τὸ σκέλος, ἀφλέγμαντος μὲν ἂν οὕτως εἰή μᾶλλον, καὶ ὑγιὴς πολλῷ θᾶσσον ἂν γένοιτο, ἢ εἰ πλανώμενος ἰητρεύοιτο‧ εἰ μέντοι πεμπταῖος ἢ ἑκταῖος ἐὼν ἢ καὶ ἔτι ἀνωτέρω, ἀναστὰς ἐθέλοι προβαίνειν, μᾶλλον ἂν πονέοι τότε ἢ αὐτίκα ἐξ ἀρχῆς πλανώμενος ἰητρεύοιτο‧ εἰ δὲ καὶ πολλὰ ταλαιπωρήσειεν ἐξαπίνης, πολλῷ ἂν μᾶλλον πονήσειεν ἢ εἰ ἐκείνως ἰητρευόμενος τὰ αὐτὰ ταῦτα ταλαιπωρήσειεν ἐν ταύτῃσι τῇσιν ἡμέρῃσιν. (Hippocrates, Oeuvres Completes D'Hippocrate., , 12.6)
  • τὸ δὲ μίαν αἰτίαν τούτων ἀποδιδόναι, πλεοναχῶς τῶν φαινομένων ἐκκαλουμένων, μανικὸν καὶ οὐ καθηκόντως πραττόμενον ὑπὸ τῶν τὴν ματαίαν ἀστρολογίαν ἐζηλωκότων καὶ εἰς τὸ κενὸν αἰτίας τινῶν ἀποδιδόντων, ὅταν τὴν θείαν φύσιν μηδαμῆ λειτουργιῶν ἀπολύωσι. (Diogenes Laertius, Lives of Eminent Philosophers, I, EPIKOUROS 113:2)
  • ἦν δ ἀγασθῆναι τῆς μὲν συνέσεως τὸ μηδαμῆ θρασὺ μηδὲ ἰταμὸν μηδὲ αὔθαδες, ἀλλ ἐν σχολαίῳ τῷ ἤθει τὸ ἀγχίνουν εἶναι, τῆς δ αὖ σωφροσύνης τὸ μηδαμῆ νωθρὸν μηδὲ ὕπτιον μηδὲ ναρκῶδες, ἀλλ ὥσπερ ὡρ´ας ἠρινῆς εὖ κεκραμένης ἐξ ἴσου τὴν ὀξύτητα τῇ πραότητι καθεστάναι, καὶ μήτε τὴν σωφροσύνην μήτε τὴν χάριν εἰς ἄλληλα βλάπτεσθαι. (Aristides, Aelius, Orationes, 2:8)
  • μὴ διαπετάννυ, μηδ ἀπέλθῃς μηδαμῇ. (Aristophanes, Lysistrata, Episode25)
  • διὸ καὶ δυσανάκρατος ἡ κοινωνία γέγονεν αὐτῶν, τῷ ἀμερίστῳ τὸ μεριστὸν καὶ τῷ μηδαμῇ κινητῷ τὸ πάντῃ φορητὸν μιγνύουσα καὶ καταβιαζομένη θάτερον εἰς ταὐτὸν συνελθεῖν. (Plutarch, Compendium libri de animae procreatione in Timaeo, section 5 5:1)
  • κολάζειν δὲ ἐν δίκῃ δούλους δεῖ καὶ μὴ νουθετοῦντας ὡς ἐλευθέρους θρύπτεσθαι ποιεῖν, τὴν δὲ οἰκέτου πρόσρησιν χρὴ σχεδὸν ἐπίταξιν πᾶσαν γίγνεσθαι, μὴ προσπαίζοντας μηδαμῇ μηδαμῶς οἰκέταις, μήτ οὖν θηλείαις μήτε ἄρρεσιν· (Athenaeus, The Deipnosophists, Book 6, book 6, chapter 81 1:52)
  • μηδαμῇ κινητῷ τὸ πάντῃ φορητὸν μιγνύουσα καὶ καταβιαζομένη θάτερον εἰς ταὐτὸν συνελθεῖν. (Plutarch, De animae procreatione in Timaeo, section 24 6:2)

Synonyms

  1. in no wise

Source: Henry George Liddell. Robert Scott. "A Greek-English Lexicon". revised and augmented throughout by. Sir Henry Stuart Jones.

Find this word at Perseus Greek Word Study Tool

SEARCH

MENU NAVIGATION