φιλοστρατιώτης?
First declension Noun; Masculine
Transliteration: philostratiōtēs
Principal Part:
φιλοστρατιώτης
φιλοστρατιώτου
Structure:
φιλοστρατιωτ
(Stem)
+
ης
(Ending)
Sense
- the soldier's friend
Declension
First declension
The inflection forms above were generated by rules and some usages of them were not attested.
Due to a bug of system, some forms may display wrong accents.
- τοῦ δ ἤθους τὸ φιλότιμον οὐκ ἦν παντάπασι φιλονεικίας καθαρὸν οὐδ ὀργῆς ἀπηλλαγμένον ἀλλὰ καίπερ Ἐπαμεινώνδου βουλόμενος εἶναι μάλιστα ζηλωτής, τὸ δραστήριον καὶ συνετὸν αὐτοῦ καὶ ὑπὸ χρημάτων ἀπαθὲς ἰσχυρῶς ἐμιμεῖτο, τῷ δὲ πρᾴῳ καὶ βαθεῖ καὶ φιλανθρώπῳ παρὰ τὰς πολιτικὰς διαφορὰς ἐμμένειν οὐ δυνάμενος δι ὀργὴν καὶ φιλονεικίαν μᾶλλον ἐδόκει στρατιωτικῆς ἢ πολιτικῆς ἀρετῆς οἰκεῖος εἶναι, καὶ γὰρ ἐκ παίδων εὐθὺς ἦν φιλοστρατιώτης, καὶ τοῖς πρὸς τοῦτο χρησίμοις μαθήμασιν ὑπήκουε προθύμως, ὁπλομαχεῖν καὶ ἱππεύειν. (Plutarch, Philopoemen, chapter 3 1:1)
- ἦσαν δέ τινες οὓς αὐτὸς ὁ Πύρρος ἐγκαθίει προσποιουμένους εἶναι Μακεδόνας, καὶ λέγοντας ὅτι νῦν καιρός ἐστι τῆς Δημητρίου βαρύτητος ἀπαλλαγῆναι, πρὸς ἄνδρα δημοτικὸν καὶ φιλοστρατιώτην μεταβαλομένους τὸν Πύρρον. (Plutarch, chapter 11 4:2)
- διὸ καὶ τὸν Κλώδιον ἡδέως ἐδέχοντο καὶ φιλοστρατιώτην προσηγόρευον, ἀγανακτεῖν προσποιούμενον ὑπὲρ αὐτῶν, εἰ πέρας οὐδὲν ἔσται πολέμων τοσούτων καὶ πόνων, ἀλλὰ παντὶ μὲν ἔθνει μαχόμενοι, πᾶσαν δὲ γῆν πλανώμενοι κατατρίψουσι τὸν βίον οὐδὲν ἄξιον ἐκ τηλικαύτης φερόμενοι στρατείας, ἀλλὰ τὰς Λουκούλλου παραπέμποντες ἁμάξας καὶ καμήλους ἐκπωμάτων χρυσῶν καὶ διαλίθων γεμούσας, οἱ δὲ Πομπηίου στρατιῶται δῆμος ὄντες ἤδη που μετὰ γυναικῶν καὶ τέκνων κάθηνται γῆν εὐδαίμονα καὶ πόλεις ἔχοντες, οὐ Μιθριδάτην καὶ Τιγράνην εἰς τὰς ἀοικήτους ἐμβαλόντες ἐρημίας, οὐδὲ τῆς Ἀσίας τὰ βασίλεια καταρρίψαντες, ἀλλὰ φυγάσιν ἀνθρώποις ἐν Ἰβηρίᾳ καὶ δραπέταις ἐν Ἰταλίᾳ πολεμήσαντες. (Plutarch, Lucullus, chapter 34 3:1)
- ἐρωτώντων δὲ τῶν Λακεδαιμονίων τίς ἀνὴρ εἰή Ξενοφῶν ἀπεκρίνατο ὅτι τὰ μὲν ἄλλα εἰή οὐ κακός, φιλοστρατιώτης δέ: (Xenophon, Anabasis, , chapter 6 5:1)
- Σεύθης γὰρ ἐρωτῶντος ἐμοῦ καὶ Πολυνίκου περὶ Ξενοφῶντος τίς ἀνὴρ εἰή ἄλλο μὲν οὐδὲν εἶχε μέμψασθαι, ἄγαν δὲ φιλοστρατιώτην ἔφη αὐτὸν εἶναι: (Xenophon, Anabasis, , chapter 6 43:4)
- φιλέταιρος δὲ καὶ φιλοπολίτης καὶ φιλοστρατιώτης ὁμοίως πέφυκεν: (Dio, Chrysostom, Orationes, 33:1)
Synonyms
-
the soldier's friend