- 그-한 사전

헬라어(고대 그리스어, 희랍어)-한국어-영어 사전 Language

ἐς?

전치사; 이형 로마알파벳 전사: es 고전 발음: [] 신약 발음: []

기본형: ἐς

  1. εις
  1. Epic, Ionic, Aeolic, and poetic Attic form of εἰς ‎(into)

예문

  • λάβε τὰ ἐκ τῆς αἰχμαλωσίας παρὰ τῶν ἀρχόντων καὶ παρὰ τῶν χρησίμων αὐτῆς καὶ παρὰ τῶν ἐπεγνωκότων αὐτὴν καὶ εἰσελεύσῃ σὺ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐς τὸν οἶκον Ἰωσίου τοῦ Σοφονίου τοῦ ἥκοντος ἐκ Βαβυλῶνος (Septuagint, Prophetia Zachariae 6:10)

    (70인역 성경, 즈카르야서 6:10)

  • ἀλλὰ θαρρῶν ἐπαγγέλλομαι αὐτοῖς, ὅτι ἢν καὶ νῦν ὡς πρότερόν ποτε τὴν τελετὴν ἐθελήσωσιν ἐπιδεῖν πολλάκις καὶ ἀναμνησθῶσιν οἱ παλαιοὶ συμπόται κώμων κοινῶν τῶν τότε καιρῶν καὶ μὴ καταφρονήσωσιν τῶν Σατύρων καὶ Σιληνῶν, πίωσι δὲ ἐς κόρον τοῦ κρατῆρος τούτου, ἔτι βακχεύσειν καὶ αὐτοὺς καὶ πολλάκις μεθ ἡμῶν ἐρεῖν τὸ εὐοῖ. (Lucian, (no name) 5:4)

    (루키아노스, (no name) 5:4)

  • τοὐντεῦθεν δὲ ἤδη ἀφεθείσης αὐτοῖς τῆς μέθης σιωπῶσι καὶ πρὸς τὸ ἀρχαῖον ἀνατρέχουσι τὸ μέντοι παραδοξότατον οὐδέπω εἶπον ἢν γὰρ ἀτελῆ ὁ γέρων μεταξὺ καταλίπῃ ὃν διεξῄει τὸν λόγον, δύντος ἡλίου κωλυθεὶς ἐπὶ πέρας αὐτὸν ἐπεξελθεῖν, ἐς νέωτα πιὼν αὖθις ἐκεῖνα συνάπτει ἃ πέρυσι λέγοντα ἡ μέθη αὐτὸν κατέλιπεν. (Lucian, (no name) 7:5)

    (루키아노스, (no name) 7:5)

  • ἡ τάξις δὲ ἔστω ἐς ὁπλίτας τέσσαρας. (Arrian, Acies Contra Alanos 7:1)

    (아리아노스, Acies Contra Alanos 7:1)

  • ὁ δὲ ἡγεμὼν τῆς πάσης στρατιᾶς Ξενοφῶν τὸ πολὺ μὲν πρὸ τῶν σημείων τῶν πεζικῶν ἡγείσθω, ἐπιφοιτάτω δὲ πάσῃ τῇ τάξει, καὶ ἐπισκοπείτω ὅπως τεταγμένοι ἰᾶσι, καὶ τοὺς μὲν ἀτακτοῦντας ἐς τάξιν ἐπαναγέτω, τοὺς δὲ ἐν κόσμῳ ἰόντας ἐπαινείτω.? (Arrian, Acies Contra Alanos 14:1)

    (아리아노스, Acies Contra Alanos 14:1)

SEARCH

MENU NAVIGATION