- "ἐπ ἐκτομῇ παρ Ἀλυάττην ἔπεμπε : (Plutarch, De Herodoti malignitate, section 22 2:4)
(플루타르코스, De Herodoti malignitate, section 22 2:4)
- κύκλος γάρ οὐκ ἔστιν οὐδὲ ἀποδίδωσιν, ὡς πέλτη, τὴν περιφέρειαν, ἀλλ ἐκτομὴν ἔχει γραμμῆς ἑλικοειδοῦς, ἧς αἱ κεραῖαι καμπὰς ἔχουσαι καὶ συνεπιστρέφουσαι τῇ πυκνότητι πρὸς ἀλλήλας ἀγκύλον τὸ σχῆμα ποιοῦσιν ἢ διὰ τὸν ἀγκῶνα περὶ ὃν περιφέρονται, ταῦτα γάρ ὁ Ιὄβας εἴρηκε γλιχόμενος ἐξελληνίσαι τοὔνομα. (Plutarch, Numa, chapter 13 5:4)
(플루타르코스, Numa, chapter 13 5:4)
- ὀρῶν δὲ μεγάλων καὶ ὑψηλῶν ἑκατέρωθεν εἰς μίαν φάραγγα μεγίστην καὶ βαθεῖαν συμφερομένων διεκπίπτων ὁ Ἄψος καὶ σχῆμα καὶ τάχος ἐξομοιοῦται πρὸς τὸν Πηνειόν, τὴν μὲν ἄλλην ἅπασαν ἀποκρύπτων ὑπώρειαν, ἐκτομὴν δὲ κρημνώδη καὶ στενὴν παρὰ τὸ ῥεῖθρον ἀπολείπων ἀτραπόν, οὐδὲ ἄλλως ῥᾳδίαν στρατεύματι διελθεῖν, εἰ δὲ καὶ φυλάττοιτο, παντελῶς ἄπορον. (Plutarch, Titus Flamininus, chapter 3 5:1)
(플루타르코스, Titus Flamininus, chapter 3 5:1)
- οὐ γὰρ ἂν ἐκτομαὶ οὐδὲ δεσμοὶ ἀλλήλων ἐγίγνοντο καὶ ἄλλα πολλὰ καὶ βίαια, εἰ Ἔρως ἐν αὐτοῖς ἦν, ἀλλὰ φιλία καὶ εἰρήνη, ὥσπερ νῦν, ἐξ οὗ Ἔρως τῶν θεῶν βασιλεύει. (Plato, Parmenides, Philebus, Symposium, Phaedrus, 195:1)
(플라톤, Parmenides, Philebus, Symposium, Phaedrus, 195:1)
- ὅθεν ὀργισθεὶς ἔπεμψε τοὺς παῖδας αὐτῶν πρὸς Ἀλυάττην ἐπ ἐκτομῇ: (Diogenes Laertius, Lives of Eminent Philosophers, , 2:2)
(디오게네스 라에르티오스, Lives of Eminent Philosophers, , 2:2)
- Κερκυραίων γὰρ παῖδας τριηκοσίους ἀνδρῶν τῶν πρώτων Περίανδρος ὁ Κυψέλου ἐς Σάρδις ἀπέπεμψε παρὰ Ἀλυάττεα ἐπ ἐκτομῇ: (Herodotus, The Histories, book 3, chapter 48 3:1)
(헤로도토스, The Histories, book 3, chapter 48 3:1)
- ἀπέπεμπε δὲ ἐς Σάρδις ἐπ ἐκτομῇ Περίανδρος τῶν πρώτων Κερκυραίων ἐπιλέξας τοὺς παῖδας τιμωρεύμενος: (Herodotus, The Histories, book 3, chapter 49 4:1)
(헤로도토스, The Histories, book 3, chapter 49 4:1)