- κεῖτο μὲν Ἀλκιμένης κεκακωμένος ἐκ πυρετοῖο, καὶ περὶ λαυκανίην βραγχὰ λαρυγγιόων, νυσσόμενός τε τὸ πλευρὸν ἅτε ξιφέεσσιν ἀμυχθέν, καὶ θαμὰ δυσκελάδοις ἄσθμασι πνευστιόων ἦλθε δὲ Καλλίγνωτος ὁ Κώιος, ὁ πλατυλέσχης, τῆς παιωνιάδος πληθόμενος σοφίης, πᾶσαν ἔχων πρόγνωσιν ἐν ἄλγεσιν, οὔ τι περιττὸν ἄλλο προαγγέλλων ἢ τὸ γενησόμενον. (Unknown, Greek Anthology, Volume IV, book 11, chapter 3821)
(작자 미상, Greek Anthology, Volume IV, book 11, chapter 3821)
- καλὴ γὰρ ἡ πίκτησις, Ἑλλήνων ἕνα κριθέντ ἄριστον τοῦτο μὲν παιωνίας ἐς χεῖρας ἐλθεῖν, εἶτα τὴν πολύστονον Τροίαν ἑλόντα κλέος ὑπέρτατον λαβεῖν. (Sophocles, Philoctetes, episode 3:16)
(소포클레스, 필록테테스, episode 3:16)
- ἐνταῦθά ἐστιν Ἀθηνᾶς ἄγαλμα Παιωνίας καὶ Διὸς καὶ Μνημοσύνης καὶ Μουσῶν, Ἀπόλλων τε ἀνάθημα καὶ ἔργον Εὐβουλίδου, καὶ δαίμων τῶν ἀμφὶ Διόνυσον Ἄκρατος: (Pausanias, Description of Greece, , chapter 2 10:5)
(파우사니아스, Description of Greece, , chapter 2 10:5)
- τετάρτη δέ ἐστι τοῦ βωμοῦ μοῖρα Ἀφροδίτης καὶ Πανακείας, ἔτι δὲ Ιἀσοῦς καὶ Ὑγείας καὶ Ἀθηνᾶς Παιωνίας:? (Pausanias, Description of Greece, , chapter 34 5:4)
(파우사니아스, Description of Greece, , chapter 34 5:4)