- 문장 내 검색

헬라어 문장 내 검색 Language

ὁ χρυσαμοιβὸς δ Ἄρης σωμάτων καὶ ταλαντοῦχος ἐν μάχῃ δορὸς πυρωθὲν ἐξ Ἰλίου φίλοισι πέμπει βαρὺ ψῆγμα δυσδάκρυτον ἀν- τήνορος σποδοῦ γεμί- ζων λέβητας εὐθέτους.?
(아이스킬로스, 아가멤논, choral, strophe 3 1:1)
χρυσοφοροῦσι δ ἐκ τοῦ Καυκάσου πηγαὶ πολλαὶ ψῆγμα ἀφανές:
(아피아노스, The Foreign Wars, chapter 15 7:2)
καὶ οἱ περίοικοι κῴδια τιθέντες ἐς τὸ ῥεῦμα βαθύμαλλα, τὸ ψῆγμα ἐνισχόμενον αὐτοῖς ἐκλέγουσιν.
(아피아노스, The Foreign Wars, chapter 15 7:3)
οὐ γὰρ τὰ ἐκ Περσῶν καὶ Βαβυλῶνος λαβοῦσα χρήματα ἢ μέταλλα ἐργασαμένη ἢ Πακτωλὸν ἔχουσα χρυσοῦ ψῆγμα καταφέροντα.
(아테나이오스, The Deipnosophists, Book 5, book 5, chapter 362)
"καὶ τῇ μὲν ἀριστερᾷ τὸ τοῦ μειρακίου τριχωμάτιον ἐπικοσμῶν, τῇ δεξιᾷ δὲ Φωκαικὸν ψῆγμά τι διακινῶν καὶ αἰωρῶν ἡδὺς ἦν, ἀλλ οὖν καὶ μυίας ἀποσοβῶν.
(아테나이오스, The Deipnosophists, Book 6, book 6, chapter 705)
ἀλλὰ μᾶλλον, ὃς ὑμῖν δείξει τι τῶν ἁμαρτημάτων, καὶ πρῶτον ἁπάντων, ἂν δύνηται, παρασκευάσει φρονεῖν ὑμᾶς, ὅτι τούτων ἕνεκεν, ὧν εἶπον, οὐκ ἐστὲ εὐδαίμονες, οὐδ ἂν ὁ Νεῖλος ὑμῶν διέρχηται τὴν πόλιν τῆς Κασταλίας γενόμενος διαυγέστερος, οὐδ ἂν ὁ Πακτωλὸς ἐνθάδε φανεὶς μὴ κατὰ ψῆγμα τὸ χρυσίον ὑμῖν φέρῃ, καθάπερ φασὶ Λυδοῖς πρότερον,ἀλλ ἄθρουν ὥσπερ ἰλύν, μηδ ἂν Αἴγυπτον ἢ Βαβυλῶνα τῇ πολυτελείᾳ τῶν οἰκοδομημάτων ὑπερβάλλησθε.
(디오, 크리소토모스, 연설, ΤΑΡΣΙΚΟΣ ΠΡΩΤΟΣ. 30:4)
πολλάκις δὲ τοῦτο ποιοῦντες, τὸ μὲν πρῶτον ταῖς χερσὶν ἐλαφρῶς τρίβουσι, μετὰ δὲ ταῦτα σπόγγοις ἀραιοῖς κούφως ἐπιθλίβοντες τὸ χαῦνον καὶ γεῶδες διὰ τούτων ἀναλαμβάνουσι, μέχρι ἂν ὅτου καθαρὸν γένηται τὸ ψῆγμα τοῦ χρυσοῦ.
(디오도로스 시켈로스, Bibliotheca Historica, book 3, chapter 14 2:1)
κατὰ δὲ μέσην τὴν χώραν αὐτῶν φέρεται ποταμὸς τοσοῦτο χρυσοῦ καταφέρων ψῆγμα φαινόμενον ὥστε κατὰ τὰς ἐκβολὰς τὴν ἰλὺν ἀποφέρεσθαι περιστίλβουσαν.
(디오도로스 시켈로스, Bibliotheca Historica, book 3, chapter 45 5:1)
τοῦτο δ οἱ περὶ τὰς ἐργασίας ἀσχολούμενοι συνάγοντες ἀλήθουσιν τὰς ἐχούσας τὸ ψῆγμα βώλους, διὰ δὲ τῶν ὑδάτων τῆς φύσεως τὸ γεῶδες πλύναντες παραδιδόασιν ἐν ταῖς καμίνοις εἰς τὴν χωνείαν.
(디오도로스 시켈로스, Bibliotheca Historica, book 5, chapter 27 2:1)
ψῆγμα δὲ χρυσοῦ καθ ἡμέραν αὐτῶν ἐπέσηθον ταῖς κόμαις, ὡς στίλβειν αὐτῶν τὰς κεφαλὰς τῆς αὐγῆς τοῦ χρυσοῦ πρὸς τὸν ἥλιον ἀντανακλωμένης.
(플라비우스 요세푸스, Antiquitates Judaicae, Book 8 234:2)
τὸ δὲ χρυσίον τρισκαιδεκαστάσιον λογιζόμενον, τὸ ψῆγμα εὑρίσκεται ἐὸν Εὐβοϊκῶν ταλάντων ὀγδώκοντα καὶ ἑξακοσίων καὶ τετρακισχιλίων.
(헤로도토스, The Histories, book 3, chapter 95 2:2)
τὸν δὲ χρυσὸν τοῦτον τὸν πολλὸν οἱ Ἰνδοί, ἀπ οὗ τὸ ψῆγμα τῷ βασιλέι τὸ εἰρημένον κομίζουσι, τρόπῳ τοιῷδε κτῶνται.
(헤로도토스, The Histories, book 3, chapter 98 2:1)
λίμνην δὲ ἐν αὐτῇ εἶναι, ἐκ τῆς αἱ παρθένοι τῶν ἐπιχωρίων πτεροῖσι ὀρνίθων κεχριμένοισι πίσσῃ ἐκ τῆς ἰλύος ψῆγμα ἀναφέρουσι χρυσοῦ.
(헤로도토스, The Histories, book 4, chapter 195 2:1)
καιομένου δὲ τοῦ ἄστεος οἱ Λυδοί τε καὶ ὅσοι Περσέων ἐνῆσαν ἐν τῇ πόλι, ἀπολαμφθέντες πάντοθεν ὥστε τὰ περιέσχατα νεμομένου τοῦ πυρός, καὶ οὐκ ἔχοντες ἐξήλυσιν ἐκ τοῦ ἄστεος, συνέρρεον ἔς τε τὴν ἀγορὴν καὶ ἐπὶ τὸν Πακτωλὸν ποταμόν, ὅς σφι ψῆγμα χρυσοῦ καταφορέων ἐκ τοῦ Τμώλου διὰ μέσης τῆς ἀγορῆς ῥέει καὶ ἔπειτα ἐς τὸν Ἕρμον ποταμὸν ἐκδιδοῖ, ὁ δὲ ἐς θάλασσαν:
(헤로도토스, The Histories, book 5, chapter 101 3:1)
ἐδόκει γὰρ μέγα καὶ καλὸν πεδίον ἐπιὼν ὁ Ἀντίγονος ψῆγμά τι χρυσίου κατασπείρειν:?
(플루타르코스, Demetrius, chapter 4 2:1)

SEARCH

MENU NAVIGATION