- 문장 내 검색

헬라어 문장 내 검색 Language

ᾐσχύνοντο γὰρ οἶμαι οἱ δικασταί, εἰ φανήσεται ὁ αὐτὸς ἀνὴρ ἐν τῇ αὐτῇ πόλει, πρώην μέν ποτε ἀναγορευόμενος ἐν τοῖς ἀγῶσιν, ὅτι στεφανοῦται ἀρετῆς ἕνεκα καὶ δικαιοσύνης ὑπὸ τοῦ δήμου χρυσῷ στεφάνῳ, ὁ δὲ αὐτὸς ἀνὴρ μικρὸν ἐπισχὼν ἔξεισιν ἐκ τοῦ δικαστηρίου κλοπῆς ἕνεκα τὰς εὐθύνας ὠφληκώς:?
(아이스키네스, 연설, κατὰ Κτησιφῶντος, section 102)
καίτοι, ὦ Κτησιφῶν, ὅτῳ τὰ μέγιστα τῶν αἰσχρῶν οὕτως ἐστὶ πιστὰ καὶ γνώριμα τοῖς ἀκούουσιν, ὥστε τὸν κατήγορον μὴ δοκεῖν ψευδῆ λέγειν, ἀλλὰ παλαιὰ καὶ λίαν προωμολογημένα, πότερα αὐτὸν δεῖ χρυσῷ στεφάνῳ στεφανωθῆναι, ἢ ψέγεσθαι·
(아이스키네스, 연설, κατὰ Κτησιφῶντος, section 532)
καὶ τηλικούτων κακῶν αἴτιος γενόμενος, Δημοσθένης οὐκ ἀγαπᾷ εἰ μὴ δίκην δέδωκεν, ἀλλ εἰ μὴ καὶ χρυσῷ στεφάνῳ στεφανωθήσεται, ἀγανακτεῖ:
(아이스키네스, 연설, κατὰ Κτησιφῶντος, section 1473)
ἦν μὲν γὰρ ὁ τὸ ψήφισμα νικήσας Ἀρχῖνος ὁ ἐκ Κοίλης, εἷς τῶν καταγαγόντων τὸν δῆμον, ἔγραψε δὲ πρῶτον μὲν αὐτοῖς εἰς θυσίαν καὶ ἀναθήματα δοῦναι χιλίας δραχμάς, καὶ τοῦτ ἔστιν ἔλαττον ἢ δέκα δραχμαὶ κατ ἄνδρα, ἔπειτα στεφανῶσαι φαλλοῦ στεφάνῳ αὐτῶν ἕκαστον, ἀλλ οὐ χρυσῷ:
(아이스키네스, 연설, κατὰ Κτησιφῶντος, section 1872)
ὑμεῖς δὲ Δημοσθένην, οὐ κομίσαντα τὸ ἐκ Μήδων χρυσίον, ἀλλὰ δωροδοκήσαντα καὶ ἔτι καὶ νῦν κεκτημένον, χρυσῷ στεφάνῳ μέλλετε στεφανοῦν.
(아이스키네스, 연설, κατὰ Κτησιφῶντος, section 2591)
χρυσῷ δ ἄρα Δῆλος ἅπασα [βεβρίθει, καθορῶσα Διὸς Λητοὺς τε γενέθλην, γηθοσύνῃ, ὅτι μιν θεὸς εἵλετο οἰκία θέσθαι νήσων ἠπείρου τε, φίλησε δὲ κηρόθι μᾶλλον.
(익명 저작, Homeric Hymns, Εἲς Ἀπόλλωνα [Δήλιον], part 14:3)
ἑσσαμένη δ εὖ πάντα περὶ χροῒ εἵματα καλὰ χρυσῷ κοσμηθεῖσα φιλομμειδὴς Ἀφροδίτη σεύατ ἐπὶ Τροίης προλιποῦς εὐώδεα Κύπρον, ὕψι μετὰ νέφεσιν ῥίμφα πρήσσουσα κέλευθον.
(익명 저작, Homeric Hymns, Εἲς Ἀφροδίτην 7:7)
ἐς δὲ πίστιν ἔφερε καὶ μάζας ἐκ μολύβδου, χρυσῷ καὶ ἀργύρῳ περιβεβλημένας:
(아피아노스, The Civil Wars, book 1, chapter 6 1:4)
ἡ δὲ βουλὴ Σκιπίωνα μὲν ἐπῄνει, Φαμέαν δ ἐτίμησαν ἁλουργίδι καὶ ἐπιπορπήματι χρυσῷ καὶ ἵππῳ χρυσοφαλάρῳ καὶ πανοπλίᾳ καὶ ἀργυρίου δραχμαῖς μυρίαις, ἔδωκαν δὲ καὶ μνῶν ἑκατὸν ἀργύρωμα καὶ σκηνὴν καὶ κατασκευὴν ἐντελῆ.
(아피아노스, The Foreign Wars, chapter 16 5:9)
ὥστε νύκτωρ μὲν ἤστραπτεν ἀργύρῳ καὶ χρυσῷ, μεθ ἡμέραν δὲ νύκτα ἐπῆγεν ὁσαχοῦ τοξεῦσαι κελεύσειε.
(아리스티데스, 아일리오스, 연설, Παναθηναϊκός 39:8)
οἳ καὶ χρυσῷ καὶ ἀργύρῳ καὶ σιδήρῳ καὶ τοῖς πᾶσιν ἀήττητοι διεγένοντο καὶ πάντα ἀπέφηναν ὁμοίως ἄχρηστα τῷ βασιλεῖ ὥσπερ ἂν εἰ ἐκρύπτετο ὑπὸ γῆς ἔτι, πενίαν μὲν ἀντὶ πλούτου τιμήσαντες, κινδύνους δ ἀντ ἀσφαλείας ἑλόμενοι, δικαιοσύνην δ ἀντὶ τῆς βασιλέως τοσαύτης φιλανθρωπίας.
(아리스티데스, 아일리오스, 연설, Παναθηναϊκός 55:3)
περιστάντων δὲ αὐτοὺς τῶν Ἑλλήνων ἁπάντων, καὶ τῶν μὲν ὑπαρχόντων πολεμίων τότε πρῶτον λαβόντων ἐλπίδας καὶ παροξυνθέντων ὑπὸ τῆς τύχης, ἐπελθόντων δὲ τῶν ἐκ Σικελίας, μεταστάσης δὲ τῆς συμμαχίας ὀλίγου δεῖν ἁπάσης, καὶ νήσων καὶ ἠπείρου καὶ πάντων ὡς εἰπεῖν πολεμίων καταστάντων καὶ πανταχόθεν κεκυκλωμένων, ἔτι δ ἀγνωμοσύνης ἀπροσδοκήτου συμβάσης ὥστε καὶ βασιλέα κληθῆναι κατὰ τῆς πόλεως ὑπὸ τῶν ἀπ ἐκείνου σωθέντων ταῖς ἀπὸ τῆς πόλεως πράξεσι, προσγενομένου δὲ κἀκείνου μάλα ἀσμένως, καὶ συμπολεμοῦντος καὶ σώμασι καὶ ναυσὶ καὶ χρυσῷ καὶ τίνα γῆς ἢ θαλάττης οὐ παρέχοντος ἀφορμὴν τῷ πολέμῳ·
(아리스티데스, 아일리오스, 연설, Παναθηναϊκός 70:6)
ἐδόκουν εἶναι περὶ τὴν ἑστίαν τοῦ Διὸς τοῦ Ὀλυμπίου καὶ πατρῴου, συλλόγου δὲ γιγνομένου δημοτελοῦς περὶ πλήθουσαν ἀγορὰν ἑστῶτα τὸν κήρυκα τὸν ἱερὸν παρ αὐτὴν τοῦ θεοῦ τὴν κρηπῖδα ἀνειπεῖν τοὐμὸν ὄνομα σὺν ἅπασι τοῖς περὶ αὐτὸ, ὡς δὴ δημοσίᾳ στεφανουμένου, ὥσπερ ὅταν ἐν ταῖς ἐκκλησίαις χρυσῷ στεφάνῳ στεφανώμεθα, προσθεῖναι δὲ ὅτι λόγων ἕνεκα:
(아리스티데스, 아일리오스, 연설, Ιἑροὶ λόγοι δ# 12:12)
στεφάνῳ σε χρυσῷ τῷδε σοφίας οὕνεκα στεφανοῦσι καὶ τιμῶσιν οἱ πάντες λεῴ.
(아리스토파네스, Birds, Lyric-Scene, antistrophe 15)
χρυσῷ πάττων μ οὐ γιγνώσκεις.?
(아리스토파네스, Clouds, Agon, proagon30)

SEARCH

MENU NAVIGATION