- 문장 내 검색

헬라어 문장 내 검색 Language

καὶ παραλείψεις περιβολὴν ποιοῦσιν, ὡς ἐν τῷ κατὰ Μειδίου, ὅσα μὲν οὖν ἢ τοὺς χορευτάς, ἐναντιούμενος ἡμῖν ἀφεθῆναι τῆς στρατείας, ἠνώχλησεν, ἢ προβαλλόμενος ἑαυτὸν εἰς Διονύσια χειροτονεῖν ἐπιμελητήν, καὶ τὰ ἄλλα πάντα ὅσα τοιαῦτα ἐάσω, καὶ πάλιν ὅτι μὲν γραφὴν λειποταξίου κατεσκεύασε κατ ἐμοῦ καὶ τὸν τοῦτο ποιήσαντα ἐμισθώσατο, τὸν μιαρὸν καὶ λίαν εὐχερῆ, τὸν κονιορτὸν Εὐκτήμονα, ἐάσω.?
(아리스티데스, 아일리오스, Ars Rhetorica, περὶ πολιτικοῦ λόγου, περὶ περιβολῆς. 14:1)
τοὺς δὲ Ἑρμοῦ τε καὶ Μουσῶν χορευτὰς, περὶ οὓς τὰ τῶν πτερωτῶν λόγων κάλλη τε καὶ τολμήματα Ζεὺς ὁ θεῶν βασιλεὺς ἔταξεν εἶναι, πότερα εἰς γῆν κάτω βλέποντας ὥσπερ τοὺς Ἐρεμβοὺς οὕτως ἀξιώσεις ἐπιδείκνυσθαι τὰ σφέτερ αὐτῶν ἔργα, μηδὲν τῶν κανθηλίων διαφέροντας, μέσους ἐγρηγορότων καὶ καθευδόντων, ἢ μηδὲν ἀμβλυτέρους ὄντας φαίνεσθαι τῶν ἐκ Κορυβάντων ἤ τινος ἄλλου δαίμονος θερμοῦ κατεχομένων, ἀλλ ἅμα τῷ μέλει κινεῖσθαι τὰ γιγνόμενα·
(아리스티데스, 아일리오스, 연설, Περὶ τοῦ παραφθέγματος 26:12)
τοὺς μὲν θεατὰς εἰδέναι μ ὃς εἴμ ἐγώ, τοὺς δ αὖ χορευτὰς ἠλιθίους παρεστάναι, ὅπως ἂν αὐτοὺς ῥηματίοις σκιμαλίσω.
(아리스토파네스, Acharnians, Lyric-Scene, iambics 2:36)
Ἀπίων ἐν τῷ περὶ τῆς Ῥωμαικῆς Διαλέκτου φησὶν τὸν στέφανον πάλαι χορωνὸν καλούμενον ἀπὸ τοῦ τοὺς χορευτὰς ἐν τοῖς θεάτροις αὐτῷ χρῆσθαι, αὐτούς τε περικειμένους καὶ ἐπὶ τὸν στέφανον ἀγωνιζομένους, καθὼς ἐν τοῖς Σιμωνίδου Ἐπιγράμμασιν ἰδεῖν ἔστιν οὕτως καλούμενον:
(아테나이오스, The Deipnosophists, Book 15, book 15, chapter 26 1:3)
ὅσα μὲν οὖν τοὺς χορευτὰς ἐναντιούμενος ἡμῖν ἀφεθῆναι τῆς στρατείας ἠνώχλησεν, ἢ προβαλλόμενος καὶ κελεύων ἑαυτὸν εἰς Διονύσια χειροτονεῖν ἐπιμελητήν, ἢ τἄλλα πάνθ ὅσα τοιαῦτα, ἐάσω:
(데모스테네스, Speeches 21-30, Κατὰ Μειδίου περὶ τοῦ Κονδύλου 22:1)
καὶ μὴν ἴστε γε τοῦθ ὅτι βουλόμενοι μηδέν ἀγωνίζεσθαι ξένον οὐκ ἐδώκαθ ἁπλῶς τῶν χορηγῶν οὐδενὶ προσκαλέσαντι τοὺς χορευτὰς σκοπεῖν, ἀλλ ἐὰν μὲν καλέσῃ, πεντήκοντα δραχμάς, ἐὰν δὲ καθέζεσθαι καθέζεσθαι κελεύσῃ, χιλίας ἀποτίνειν ἐτάξατε.
(데모스테네스, Speeches 21-30, Κατὰ Μειδίου περὶ τοῦ Κονδύλου 76:1)
ὥσπερ ἂν εἴ τις παραστησάμενος πολλοὺς χορευτάς, μᾶλλον δὲ πολλοὺς χορούς, ἔπειτα προστάξειε τῶν ᾀδόντων ἑκάστῳ τὴν συνῳδίαν ἀφέντα ἴδιον ᾄδειν μέλος, φιλοτιμουμένου δὲ ἑκάστου καὶ τὸ ἴδιον περαίνοντος καὶ τὸν πλησίον ὑπερβαλέσθαι τῇ μεγαλοφωνίᾳ προθυμουμένου - ἆρα ἐνθυμῇ πρὸς Διὸς οἱά γένοιτ ἂν ἡ ᾠδή·
(루키아노스, Icaromenippus, (no name) 17:2)
τῷ δ αὐλῷ καὶ κτύπῳ κροτάλων τε καὶ κυμβάλων καὶ τυμπάνων καὶ ταῖς ἐπιβοήσεσι καὶ εὐασμοῖς καὶ ποδοκρουστίαις οἰκεῖα ἐξεύροντο καί τινα τῶν ὀνομάτων, ἃ τοὺς προπόλους καὶ χορευτὰς καὶ θεραπευτὰς τῶν ἱερῶν ἐκάλουν, Καβείρους καὶ Κορύβαντας καὶ Πᾶνας καὶ Σατύρους καὶ Τιτύρους καὶ τὸν θεὸν Βάκχον καὶ τὴν Ῥέαν Κυβέλην καὶ Κυβήβην καὶ Δινδυμήνην κατὰ τοὺς τόπους αὐτούς.?
(스트라본, 지리학, Book 10, chapter 3 25:1)

SEARCH

MENU NAVIGATION