- 문장 내 검색

헬라어 문장 내 검색 Language

καὶ ταῦτα λέγων τὸ μὲν χλαμύδιον αὑτοῦ περιέσπασε, τὸ δ ἱμάτιον μεταλαβὼν ἀπῄει, τῶν πολλῶν ἑαυτὸν ἀποδείξας ἕνα.?
(디오도로스 시켈로스, Bibliotheca Historica, Books XVIII-XX, book 19, chapter 9 2:1)
χλαμύδος ἔθιγε μόνον, οἱ δὲ φίλοι καλὸν, καλῶς ἐν τῇ χλαμύδι καὶ τῇ διβολίᾳ συναρπάσαντες εἰς τὴν οἰκίαν παρήνεγκαν ἀθρόοι καὶ τὰς θύρας εὐθὺς ἀπέκλεισαν ἅμα δ αἱ μὲν γυναῖκες ἔνδον αὐτοῦ τὸ χλαμύδιον ἀφαρπάσασαι περιέβαλον ἱμάτιον νυμφικόν:
(플루타르코스, Amatorius, section 10 4:1)
ὁ δὲ φοβηθεὶς καὶ λαβὼν χλαμύδιον εὐτελὲς δρόμῳ φεύγων ἐξέφυγεν, ὀλίγου δεήσας αἰσχίστην ἅλωσιν ἐξ ἀκρασίας ἁλῶναι.
(플루타르코스, Demetrius, chapter 9 4:2)
τὴν δὲ τῆς ξένης τῆς Μεγαρικῆς ἄγνοιαν συμβῆναι λέγουσι δι εὐκολίαν τινὰ καὶ ἀφέλειαν αὐτοῦ, πυνθανομένη γὰρ ἔρχεσθαι πρὸς αὐτοὺς τὸν στρατηγὸν τῶν Ἀχαιῶν ἐθορυβεῖτο παρασκευάζουσα δεῖπνον, οὐ παρόντος κατὰ τύχην τοῦ ἀνδρός, ἐν τούτῳ δὲ τοῦ Φιλοποίμενος εἰσελθόντος χλαμύδιον εὐτελὲς ἔχοντος, οἰομένη τινὰ τῶν ὑπηρετῶν εἶναι καὶ πρόδρομον παρεκάλει τῆς διακονίας συνεφάψασθαι.?
(플루타르코스, Philopoemen, chapter 2 1:2)

SEARCH

MENU NAVIGATION