- 문장 내 검색

헬라어 문장 내 검색 Language

οὐδέ τί τοι θάνατόν γε δυσηλεγέ οὔτε Τυφωεὺς ἀρκέσει οὔτε Χίμαιρα δυσώνυμος, ἀλλά σέ γ αὐτοῦ πύσει Γαῖα μέλαινα καὶ ἠλέκτωρ Ὑπερίων.?
(익명 저작, Homeric Hymns, Εἲς Ἀπόλλωνα [Δήλιον], [Εἲς Ἀπόλλωνα Πύθιον] 21:3)
τὶς γὰρ ἢ δράκαιν ἄμικτος ἢ Χίμαιρα πυρπνόος ἢ Χάρυβδις ἢ τρίκρανος Σκύλλα, ποντία κύων, Σφίγξ, Ὕδρα, λέαιν, ἔχιδνα, πτηνὰ θ Ἁρπυιῶν γένη, εἰς ὑπερβολὴν ἀφῖκται τοῦ καταπτύστου γένους·
(아테나이오스, The Deipnosophists, Book 13, book 13, chapter 6 3:3)
ἔστι δὲ σκοπεῖν ἀπ ἀρχῆς πρῶτα μὲν τὴν Πλαγγόνα, ἥτις ὥσπερ ἡ Χίμαιρα πυρπολεῖ τοὺς βαρβάρους εἷς μόνος δ ἱππεύς τις αὐτῆς τὸν βίον παρείλετο:
(아테나이오스, The Deipnosophists, Book 13, book 13, chapter 6 4:3)
ἄγραφοι δ εἰσὶν αὐτῷ Μεγίστη, Ἀγαλλίς, Θαυμάριον, Θεόκλεια αὕτη δ ἐπεκαλεῖτο Κορώνη, Ληναιτόκυστος, Ἄστρα, Γνάθαινα καὶ ταύτης θυγατριδῆ Γναθαίνιον, καὶ Σιγὴ καὶ Συνωρὶς ἡ Λύχνος ἐπικαλουμένη, καὶ Εὔκλεια καὶ Γρυμέα καὶ Θρυαλλίς, ἔτι Χίμαιρα καὶ Λαμπάς, τῆς δὲ Γναθαίνης ἤρα δεινῶς, ὡς καὶ πρότερον εἴρηται, Δίφιλος ὁ κωμῳδιοποιός, ὡς καὶ Λυγκεὺς ὁ Σάμιος ἐν τοῖς Ἀπομνημονεύμασιν ἱστορεῖ.
(아테나이오스, The Deipnosophists, Book 13, book 13, chapter 46 1:1)
ἑωθινὸς γάρ, πρίν τιν αὐλιτῶν ὁρᾶν, θαλλὸν χιμαίρᾳ προσφέρων νεοσπάδα εἶδον στρατὸν στείχοντα παραλίαν ἄκραν.
(아테나이오스, The Deipnosophists, Book 13, book 13, chapter 51 2:4)
ὑπὸ δὲ τῶν σκεπτικῶν οὐ θετικῶς ἀλλ ἀναιρετικῶς λέγεται, ὡς ὑπὸ τοῦ ἀνασκευάζοντος καὶ λέγοντος, Οὐ μᾶλλον ἡ Σκύλλα γέγονεν ἢ ἡ Χίμαιρα.
(디오게네스 라에르티오스, Lives of Eminent Philosophers, Q, Kef. ia'. PURRWN 15:3)
μία μὲν χαροποῖο λέοντος, ἣ δὲ χιμαίρης, ἣ δ ὄφιος, κρατεροῖο δράκοντος, πρόσθε λέων, ὄπιθεν δὲ δράκων, μέσση δὲ χίμαιρα, δεινὸν ἀποπνείουσα πυρὸς μένος αἰθομένοιο.
(헤시오도스, 신들의 계보, Book Th. 32:9)
ἣ δ ἄρ ἐήν θεῖον γένος οὐδ ἀνθρώπων, πρόσθε λέων, ὄπιθεν δὲ δράκων, μέσση δὲ χίμαιρα, δεινὸν ἀποπνείουσα πυρὸς μένος αἰθομένοιο, καὶ τὴν μὲν κατέπεφνε θεῶν τεράεσσι πιθήσας.
(호메로스, 일리아스, Book 6 19:15)
Πρόσθε κύων, ὄπιθεν δὲ λέων, μέσση δὲ χίμαιρα δεινὸν ἀποπνείουσα τρίτου κυνὸς ἄγριον ^ ὁρμήν.
(루키아노스, Fugitivi, (no name) 30:11)
τὸν γάρ τοι Σικελιώτην Διονύσιον πολλά γε καὶ δεινὰ καὶ ἀνόσια ὑπό τε Δίωνος κατηγορηθέντα καὶ ὑπὸ τῆς σκιᾶς καταμαρτυρηθέντα παρελθὼν Ἀρίστιππος ὁ Κυρηναῖος - ἄγουσι δ αὐτὸν ἐν τιμῇ καὶ δύναται μέγιστον ἐν τοῖς κάτω - μικροῦ δεῖν τῇ Χιμαίρᾳ προσδεθέντα παρέλυσε τῆς καταδίκης λέγων πολλοῖς αὐτὸν τῶν πεπαιδευμένων πρὸς ἀργύριον γενέσθαι δεξιόν.
(루키아노스, Necyomantia, (no name) 13:2)
ἔνθα δή, ὦ φιλότης, πολλὰ καὶ ἐλεεινὰ ἦν καὶ ἀκοῦσαι καὶ ἰδεῖν μαστίγων τε γὰρ ὁμοῦ ψόφος ἠκούετο καὶ οἰμωγὴ τῶν ἐπὶ τοῦ πυρὸς ὀπτωμένων καὶ στρέβλαι καὶ κύφωνες καὶ τροχοί, καὶ ἡ Χίμαιρα ἐσπάραττεν καὶ ὁ Κέρβερος ἐδάρδαπτεν.
(루키아노스, Necyomantia, (no name) 14:2)
Ὅμηρος δὲ - πρῶτος γὰρ ἐκάλεσεν Αἵδου κύνα ὅντινα Ἡρακλῆς ἦγεν - οὔτε ὄνομα ἔθετο οὐδὲν οὔτε συνέπλασεν ἐς τὸ εἶδος ὥσπερ ἐπὶ τῇ Χιμαίρᾳ:
(파우사니아스, Description of Greece, Λακωνικά, chapter 25 10:1)
ἔστι δ οὐκ ἄπωθεν καὶ ἡ Χίμαιρα φάραγξ τις ἀπὸ τοῦ αἰγιαλοῦ ἀνατείνουσα.
(스트라본, 지리학, Book 14, chapter 3 10:3)
ἐν δὲ τῇ μεσογαίᾳ χωρία Φελλὸς καὶ Ἀντίφελλος καὶ ἡ Χίμαιρα, ἧς ἐμνήσθημεν ἐπάνω.
(스트라본, 지리학, Book 14, chapter 3 14:4)
οὔτε Χίμαιρα τοιοῦτον ἔπνει κακὸν ἡ καθ Ὅμηρον οὐκ ἀγέλη ταύρων, ὡς ὁ λόγος, πυρίπνους, οὐ Λῆμνος σύμπασα, καὶ Ἁρπυιῶν τὰ περισσά, οὐδ ὁ Φιλοκτήτου ποὺς ἀποσηπόμενος:?
(작자 미상, Greek Anthology, Volume IV, book 11, chapter 2391)

SEARCH

MENU NAVIGATION