- 문장 내 검색

헬라어 문장 내 검색 Language

ὧν Ὀκτάουιος πυθόμενος κατέβαινε διὰ τῆς Ιἑρᾶς ὁδοῦ μετὰ πυκνοῦ πάνυ πλήθους καὶ οἱᾶ χειμάρρους ἐς τὴν ἀγορὰν ἐμπεσὼν ὤσατο μὲν διὰ μέσων τῶν συνεστώτων καὶ διέστησεν αὐτούς:?
(아피아노스, The Civil Wars, book 1, chapter 8 1:8)
τοῦ πεδίου δὲ ἡ δυσχέρεια, διὰ χειμάρρους ἐκτεταφρευμένου, τὴν πλεονεξίαν τὸ πλῆθος ἀπεστέρει.
(아피아노스, The Civil Wars, book 3, chapter 9 2:9)
ἔστω δὲ ὁ λόγος εἰς τὰ τῆς γνώμης ἔτι τὸ εἰκόσι χρῆσθαι σεμνότητα καὶ ἀξίωμα ἔχοντα τὸν λόγον ἐργάζεται, ὥσπερ ἐν θαλάττῃ πνεῦμα ἀκατάστατον ὡς ἂν τύχῃ κινούμενον, καὶ πάλιν ὥσπερ σκηπτὸς ἢ χειμάρρους ἅπαν τοῦτο τὸ πρᾶγμα εἰς τὴν πόλιν εἰσέπεσεν, καὶ ἑτέρωθι πάλιν ἐπεὶ ὅτι γε ὥσπερ περίοδος ἢ καταβολὴ πυρετοῦ ἢ ἄλλου τινὸς κακοῦ καὶ τῷ πάνυ πόρρω δοκοῦντι νῦν ἀφεστάναι προσέρχεται οὐδεὶς ἀγνοεῖ.
(아리스티데스, 아일리오스, Ars Rhetorica, περὶ πολιτικοῦ λόγου, περὶ σεμνότητος. 15:3)
οἱ δ ὥσπερ χειμάρρους ἐχώρουν διὰ πάντων ἤδη δεχομένων.
(아리스티데스, 아일리오스, 연설, Παναθηναϊκός 42:6)
αὐτὸς δὲ ὡς κατεῖδε τοὺς ἔκρους τοῦ ποταμοῦ, ὃς διὰ τῆς πόλεως χειμάρρους ὤν διέρχεται, ξηροὺς ἐν τῷ τότε ὕδατος καὶ οὐ ξυνεχεῖς τοῖς τείχεσιν, ἀλλ᾿ οἱούς παρασχεῖν πάροδον τοῖς στρατιώταις διαδῦναι ἐς τὴν πόλιν, ἀναλαβὼν τούς τε σωματοφύλακας καὶ τοὺς ὑπασπιστὰς καὶ τοὺς τοξότας καὶ τοὺς Ἀγριᾶνας τετραμμένων τῶν βαρβάρων πρὸς τὰς μηχανὰς καὶ τοὺς ταύτῃ προσμαχομένους λανθάνει κατὰ τοὺς ἔκρους ξὺν ὀλίγοις τὸ πρῶτον παρελθὼν ἐς τὴν πόλιν:
(아리아노스, Anabasis, book 4, chapter 3 2:1)
ὡς δὲ ηὐλίσθη ἡ στρατιὰ πρὸς χειμάρρῳ ὀλίγου ὕδατος, αὐτοῦ δὴ ἕνεκα τοῦ ὕδατος, ἀμφὶ δευτέραν φυλακὴν τῆς νυκτὸς ἐμπλησθεὶς ὑπὸ τῶν ὄμβρων ὁ χειμάρρους ὁ ταύτῃ ῥέων ἀφανῶν τῇ στρατιᾷ γεγενημένων τῶν ὄμβρων τοσούτῳ ἐπῆλθε τῷ ὕδατι, ὡς γύναια καὶ παιδάρια τὰ πολλὰ τῶν ἑπομένων τῇ στρατιᾷ διαφθεῖραι καὶ τὴν κατασκευὴν τὴν βασιλικὴν ξύμπασαν ἀφανίσαι καὶ τῶν ὑποζυγίων ὅσα ἀπελείπετο, αὐτοὺς δὲ μόλις καὶ χαλεπῶς ξὺν τοῖς ὅπλοις οὐδὲ τούτοις πᾶσιν ἀποσωθῆναι.
(아리아노스, Anabasis, book 6, chapter 25 5:1)
εἰ μὲν οὖν μὴ μετέγνωσαν εὐθέως, ὡς τοῦτ εἶδον, οἱ Θηβαῖοι καὶ μεθ ἡμῶν ἐγένοντο, ὥσπερ χειμάρρους ἂν ἅπαν τοῦτο τὸ πρᾶγμ εἰς τὴν πόλιν εἰσέπεσε:
(데모스테네스, Speeches 11-20, Περὶ τοῦ Στεφάνου 225:1)
καὶ ταύταις δέχονται μὲν οἱ πρῶτοι, καθάπερ τοὺς ἐκ τῶν οἰκιῶν χειμάρρους, παρὰ τούτων δ ἕτεροι παραλαμβάνουσιν ὡσαύτως:
(데모스테네스, Speeches 51-61, Πρὸς Καλλικλέα Περὶ Χωρίου Βλάβης 24:3)
οὐδ᾿ εἴ τῳ χρυσίον αὐτόματον ἐκ τοῦ οὐρανοῦ τὸν κόλπον ἐμπλήσειεν, ὥσπερ τῇ Δανάῃ δή ποτε λέγουσιν ἐν οἰκήματι χαλκῷ φυλαττομένῃ χρυσίον ἐξαίφνης ἄνωθεν εἰσρυῆναι , οὐδὲ εἰ χειμάρρους αὐτῷ ποθεν ἐπέλθοι χρυσὸν πολὺν καὶ ἄθρουν καταφέρων, ὥσπερ ἰλύν:
(디오, 크리소토모스, 연설 (2), speech 60 54:1)
τὰ μέλλοντα τεκμαίρεσθαι τοῖς γεγονόσιν, ἀλλ ἀφ ἡμῶν ἀρξάμενος ἅπαν τὸ ἀντίπαλον καὶ μὴ εἶκον ὥσπερ χειμάρρους πολὺς ἐμπεσὼν παρέσυρεν ἂν καὶ κατήνεγκεν, οὔτ εὐγενείας φειδόμενος οὔτ ἀρετῆς οὔθ ἡλικίας.
(디오니시오스, Antiquitates Romanae, Books VII-IX, book 7, chapter 50 9:1)
τὸν οὖν ἐπιμελόμενον αὐτοῦ τῶν κτημάτων ὁ βασιλεὺς καλέσας Ὠβεδίαν ἀπιέναι βούλεσθαι πρὸς αὐτὸν εἶπεν ἐπὶ τὰς πηγὰς τῶν ὑδάτων καὶ τοὺς χειμάρρους, ἵν εἴ που παρ αὐτοῖς εὑρεθείη πόα ταύτην εἰς τροφὴν ἀμησάμενοι τοῖς κτήνεσιν ἔχωσι.
(플라비우스 요세푸스, Antiquitates Judaicae, Book 8 412:1)
Ταῦτα εἰπόντος τοῦ προφήτου τῇ ἐπιούσῃ πρὶν ἥλιον ἀνασχεῖν ὁ χειμάρρους πολὺς ἐρρύη, σφοδρῶς γὰρ ἀπὸ τριῶν ἡμερῶν ὁδοῦ ἐν τῇ Ἰδουμαίᾳ τὸν θεὸν ὗσαι συνέπεσεν, ὥστε εὑρεῖν τὴν στρατιὰν καὶ τὰ ὑποζύγια ποτὸν ἄφθονον.
(플라비우스 요세푸스, Antiquitates Judaicae, Book 9 48:1)
ὡς δ ὁπότε πλήθων ποταμὸς πεδίον δὲ κάτεισι χειμάρρους κατ ὄρεσφιν ὀπαζόμενος Διὸς ὄμβρῳ, πολλὰς δὲ δρῦς ἀζαλέας, πολλὰς δέ τε πεύκας ἐσφέρεται, πολλὸν δέ τ ἀφυσγετὸν εἰς ἅλα βάλλει, ὣς ἔφεπε κλονέων πεδίον τότε φαίδιμος Αἰάς, δαΐζων ἵππους τε καὶ ἀνέρας:
(호메로스, 일리아스, Book 11 49:2)
τὴν γὰρ ἀφ ἑσπέρας πλευρὰν αὐτῆς καταφέρεται λάβρος χειμάρρους ποταμός, ὃς κατὰ τὸ πλεῖστον μέρος τοῦ χειμῶνος ἄβατός ἐστι, ποιεῖ δὲ καὶ τὸ παράπαν ἐχυρὰν καὶ δυσπρόσοδον τὴν πόλιν διὰ τὸ μέγεθος τοῦ κοιλώματος, ὃ κατὰ βραχὺ τῷ χρόνῳ κατείργασται φερόμενος ἐξ ὑπερδεξίων τόπων.
(폴리비오스, Histories, book 4, chapter 70 7:1)
τοὺς γὰρ ἀπὸ τῶν ὀρῶν χειμάρρους καταφερομένους τοσαῦτά φησι ποιεῖν ἐκρήγματα κατὰ τὸ πεδίον ὥστε καὶ τῶν Περσῶν κατὰ τὴν φυγὴν διαφθαρῆναι λέγουσι τοὺς πλείστους ἐν τοῖς τοιούτοις κοιλώμασι.?
(폴리비오스, Histories, book 12, chapter 20 4:1)

SEARCH

MENU NAVIGATION