- 문장 내 검색

헬라어 문장 내 검색 Language

φάσκων γὰρ νεώτατος εἶναι πάντων, τὴν τάξιν τοῦ πρῶτος λέγειν οὐκ ἂν ἔφη παραλιπεῖν, οὐδ ἐπιτρέψειν τινί, αἰνιττόμενος εἰς ἐμέ, προκαταλαβόντα τὰ Φιλίππου ὦτα τοῖς ἄλλοις λόγον μὴ καταλιπεῖν.?
(아이스키네스, 연설, περὶ τῆς Παραπρεσβείας, section 108 1:2)
ἀποτεμὼν γὰρ αὐτῶν τὰ ὦτα καὶ τὰς ῥῖνας, καὶ διὰ σχοινίων τὰς χεῖρας δήσας ἐκ τῶν τραχήλων, ἔφη τοῦτον Ἐργίνῳ καὶ Μινύαις δασμὸν κομίζειν.
(아폴로도로스, Library and Epitome, book 2, chapter 4 11:7)
ταύτας παραπλέων Ὀδυσσεύς, τῆς ᾠδῆς βουλόμενος ὑπακοῦσαι, Κίρκης ὑποθεμένης τῶν μὲν ἑταίρων τὰ ὦτα ἔβυσε κηρῷ, ἑαυτὸν δὲ ἐκέλευσε προσδεθῆναι τῷ ἱστῷ.
(아폴로도로스, Library and Epitome, book E, chapter 7 19:2)
πρόσωπα ἐρυθρὰ, πεποικιλμένα, ὀφθαλμοὶ μικροῦ δεῖν ἀτενέες, μόλις περιδινούμενοι, πνὶξ ἰσχυρὴ, ἀναπνοὴ κακὴ, χειρῶν καὶ σκελέων τάσις, μύες παλλόμενοι, πρόσωπα ποικίλως διάστροφα, μῆλα καὶ χείλεα τρομώδεα, γένυς παλλομένη, ὀδόντων ἄραβος· ἐπ ἄλλῳ δ ἄν τινι καὶ τὰ ὦτα, ἐγὼ δὲ ἐθηεύμην καὶ ἐθωύμαζον.
(아레타이오스, The Extant Works of Aretaeus, The Cappadocian., ΑΡΕΤΑΙΟΥ ΚΑΠΠΑΔΟΚΟΥ ΠΕΡΙ ΑΙΤΙΩΝ ΚΑΙ ΣΗΜΕΙΩΝ ΟΞΕΩΝ ΠΑΘΩΝ, Κεφ. ι. Περὶ Πλευρίτιδος.39)
Ἢν ζόφος τὰς ὄψιας σχῇ, καὶ δῖνος ἀμφὶ τὴν κεφαλὴν ἑλίσσηται, καὶ ὦτα βομβέῃ ὅκως Ῥεόντων καναχηδὸν ποταμῶν, ἢ οἱο῀ν ἄνεμος ἱστίοισι ἐγκυβερνῆ, ἢ αὐλῶν, ἢ καὶ συρίγγων ἐνοπὴ, ἢ τρισμοῦ ἁμάξης ἰαχὴ, ὀνομάζο μεν σκότωμα τὸ πάθος, κακὸν μὲν, κἢν σύμπτωμα κεφαλῆς, κακὸν δὲ, κἢν ἐκ διαδέξιος κεφαλαίης, ἢ ἐξ ἑωυτέης χρονίου νούσου φύῃ.
(아레타이오스, The Extant Works of Aretaeus, The Cappadocian., ΑΡΕΤΑΙΟΥ ΚΑΠΠΑΔΟΚΟΥ ΠΕΡΙ ΑΙΤΙΩΝ ΚΑΙ ΣΗΜΕΙΩΝ ΧΡΟΝΙΩΝ ΠΑΘΩΝ, Κεφ. ις. Περὶ Καχεξίης.18)
ὢ τοῦ θώματος, ἐπὶ πᾶσι πάσχει Ῥῖνας, καὶ ὦτα, καὶ χείλεα, πάντη γὰρ νεῦρα καὶ μύες· τῆς κεφαλῆς ἤλγεέ τις Ῥαφὰς, οὐκ εἰδὼς μὲν ὅ τι πονέει, ἐδείκνυε τῶν Ῥαφῶν τὰ εἴδεα, λοξὴν, εὐθείην, ἐπικάρσιον , ὀπίσω τε καὶ πρόσω· ἰσχνὴν δὲ τὴν ὀδύνην καὶ τοῖσι ὀστέοισι ἐμπεπαρμένην.
(아레타이오스, The Extant Works of Aretaeus, The Cappadocian., ΑΡΕΤΑΙΟΥ ΚΑΠΠΑΔΟΚΟΥ ΠΕΡΙ ΑΙΤΙΩΝ ΚΑΙ ΣΗΜΕΙΩΝ ΧΡΟΝΙΩΝ ΠΑΘΩΝ, Κεφ. ιγ. Περὶ Ἐλέφαντος.327)
ὦτα γὰρ μεγάλα, πλατέα, πτερυγώδεα , μέσφι κληΐδων τε καὶ στέρνου, ὥστε κρύψαι τὸν αὐχένα τοῖσι ὠσὶ, ὅκως νῆες λαίφεσι.
(아레타이오스, The Extant Works of Aretaeus, The Cappadocian., ΑΡΕΤΑΙΟΥ ΚΑΠΠΑΔΟΚΟΥ ΠΕΡΙ ΑΙΤΙΩΝ ΚΑΙ ΣΗΜΕΙΩΝ ΧΡΟΝΙΩΝ ΠΑΘΩΝ, Κεφ. ιγ. Περὶ Ἐλέφαντος.347)
Ῥὶς, σὺν ὄγκοισι μέλασι, ὀκριοειδέες, χειλέων προβολὴ παχείη· τὸ δὲ κάτω πελιδνόν · ἔκρινες · ὀδόντες οὐ λευκοὶ μὲν, δοκέοντες δὲ ὑπὸ μέλανος, ὦτα ἐρυθρὰ, μελανόεντα , κεκλεισμένα, ἐλεφαντώδεα, ὡς δοκέειν μέγεθος ἴσχειν μέζον τοῦ ξυνήθεος· ἕλκεα ἐπὶ τῇσι βάσεσι τῶν ὤτων, ἰχῶρος Ῥύσις, κνησμώδεα · Ῥυσοὶ τὸ πᾶν σκῆνος Ῥυτίσι τρηχείῃσι· ἀτὰρ καὶ ἐντομαὶ βαθεῖαι, ὁκοῖον αὔλακες μέλανες τῶν Ῥινῶν.
(아레타이오스, The Extant Works of Aretaeus, The Cappadocian., ΑΡΕΤΑΙΟΥ ΚΑΠΠΑΔΟΚΟΥ ΠΕΡΙ ΑΙΤΙΩΝ ΚΑΙ ΣΗΜΕΙΩΝ ΧΡΟΝΙΩΝ ΠΑΘΩΝ, Κεφ. ιγ. Περὶ Ἐλέφαντος.380)
εἰς δὲ τὸ πρηο¨´νειν τὴν παραφορὴν, ὀξυκρήτῳ, ἢ κονύζης ἑψήματι, καὶ σπογγιῇ τὰ πρόσωπα πυριῆν· ἔπειτα χρίειν οἰνανθίνῳ, ἢ κροκίνῳ λίπαϊ, καὶ τὰς Ῥῖνας καὶ τὰ ὦτα τοισίδε διαχρίειν.
(아레타이오스, The Extant Works of Aretaeus, The Cappadocian., ARETAIOU KAPPADOKOU OCEWN NOUSWN QERAPEUTIKON, Κεφ. ι. Θεραπεία Πλευρίτιδος.48)
παχύνει γὰρ καὶ ὑγραίνει τὸ πνεῦμα ξηρόν τε καὶ λεπτὸν ἐὸν, και ὀμίχλην τῇσι αἰσθήσεσι παρέχει· βαρὺ δὲ καὶ νωθὲς ὀμίχλη, ἥπερ ὕπνου ἀρχή· ἢν δὲ μεζόνων δέωνται, καὶ αὐτὸ τὸ μηκώνειον ἐς τὰ μέτωπα ξὺν ὕδατι χρίειν· ἠδὲ ὑπαλείφειν τὰς Ῥῖνας καὶ ἐς τὰ ὦτα ἐγχέειν · ψηλαφίη ποδῶν εὐαφὴς ξὺν λίπαϊ, ψαῦσις τῆς κεφαλῆς, ἀνυτικὸν δὲ καὶ κνῆσις μάλιστα κροτάφων τε καὶ ὤτων.
(아레타이오스, The Extant Works of Aretaeus, The Cappadocian., ARETAIOU KAPPADOKOU OCEWN NOUSWN QERAPEUTIKON, Κεφ. ι. Θεραπεία Πλευρίτιδος.52)
καὶ οἱ μὲν οὕτως ἀπεσκευασμένοι πρὸς τῇ Σαλαμῖνι κατεῖχον τοὺς Ἕλληνας, ὁ δὲ ἀμφοτέρᾳ τῇ χειρὶ παρῆν, ἄγων τοὺς μέχρι τῆς Ἀττικῆς Ἕλληνας ὁμοῦ καὶ βαρβάρους, καὶ πέμπει δὴ πάλιν εἰς τὴν Σαλαμῖνα, κελεύων ἃ πρὸ τοῦ, γῆν καὶ ὕδωρ λαβεῖν, νομίζων, εἰ παρόντων καὶ ὁρωμένων τῶν δεινῶν γίγνοιντο οἱ λόγοι, μᾶλλόν τι καμφθήσεσθαι καὶ παραδώσειν τὰ ὦτα αὐτούς:
(아리스티데스, 아일리오스, 연설, Παναθηναϊκός 50:1)
οὕτως μοι δοκεῖ πεφυκέναι παράδειγμα πόλεως, καὶ οὔτε τοῦ πολίτου ποιητοῦ προμνωμένου προσδεῖσθαι οὔτε ἄλλης τέχνης εἰς ἔπαινον, ἀλλ αὐτὴ προξενεῖν τὸν ἔρωτα αὑτῆς πᾶσιν ἀνθρώποις καὶ αὐτὴ καταναγκάζειν, ὀφθαλμοὺς, οὐχὶ ὦτα πείθουσα.
(아리스티데스, 아일리오스, 연설, Σμυρναϊκὸς πολιτικός 3:4)
ὁ μὲν γὰρ τῶν Περσῶν βασιλεὺς ἐδόκει τι διάφορον κεκτῆσθαι τὸν καλούμενον βασιλέως ὀφθαλμὸν καὶ βασιλέως ὦτα:
(아리스티데스, 아일리오스, 연설, Πανηγυρικὸς ἐν Κυζίκῳ περὶ τοῦ ναοῦ 8:3)
ἀμφότεροι γὰρ ἀλλήλοις ὦτα καὶ ὀφθαλμοὶ κατέστησαν, καὶ τὴν παρὰ τῆς φύσεως χρείαν ἐδιπλασίασαν, καὶ τὴν φυλακὴν τῆς ἀρχῆς οὐκ ἀλλοτρίαν, ἀλλ οἴκοθεν ὡς ἀληθῶς ἐποιήσαντο, κοινώσαντες ἅπαντα.
(아리스티데스, 아일리오스, 연설, Πανηγυρικὸς ἐν Κυζίκῳ περὶ τοῦ ναοῦ 8:6)
καὶ γὰρ οἱο῀ν ἅπτεσθαι δοκεῖν ἦν καὶ διαισθάνεσθαι ὅτι αὐτὸς ἥκοι καὶ μέσως ἔχειν ὕπνου καὶ ἐγρηγόρσεως καὶ βούλεσθαι ἐκβλέπειν, καὶ ἀγωνιᾶν μὴ προαπαλλαγείη, καὶ ὦτα παραβεβληκέναι καὶ ἀκούειν, τὰ μὲν ὡς ὄναρ, τὰ δὲ ὡς ὕπαρ, καὶ τρίχες ὀρθαὶ καὶ δάκρυα σὺν χαρᾷ καὶ γνώμης ὄγκος ἀνεπαχθὴς, καὶ τίς ἀνθρώπων ταῦτά γ ἐνδείξασθαι λόγῳ δυνατός·
(아리스티데스, 아일리오스, 연설, Ιἑροὶ λόγοι β#? 8:6)

SEARCH

MENU NAVIGATION