- 문장 내 검색

헬라어 문장 내 검색 Language

ὁ δὲ Μιθριδάτης ἐν τῇδε τῇ συνόδῳ παιδίον τετραετὲς ἐγγυήσας τῷ Ἀριοβαρζάνῃ, καὶ ἐπὶ τῇδε προφάσει λαβὼν ἔχειν Καππαδοκίας ὅσα τε εἶχε καὶ ἕτερα ἐπ ἐκείνοις, εἱστία πάντας, καὶ χρυσίον ἐπὶ τε τῇ κύλικι καὶ τῇ τροφῇ καὶ ἐπὶ σκώμμασι καὶ ἐπὶ ᾠδῇ πᾶσιν, ὥσπερ εἰώθει, προυτίθει:?
(아피아노스, The Foreign Wars, chapter 9 6:7)
ὕπνου δὲ ἀγωγὰ ἑκάστου καὶ τὰ ξυνήθεα · ναυτίλῳ μὲν, ἡ ἐν ἀκάτῳ κατάκλισις , καὶ ἐν θαλάσσῃ περιφορὴ, καὶ αἰγιαλῶν ἦχος, καὶ κυμάτων κτύπος, ἀνέμων τε βόμβος, καὶ θαλάσσης καὶ νηὸς ὀδμή· μουσικῷ δὲ ἔτι, ἐθισμὸς αὐλῶν ἐφ ἡσυχίῃ, ἢ ψαλμὸς λύρης, ἢ πηκτίδος, ἢ μελέτη παίδων σὺν ᾠδῇ· διδασκάλῳ δὲ, νηπιάχων μύθων προσομιλίη.
(아레타이오스, The Extant Works of Aretaeus, The Cappadocian., ARETAIOU KAPPADOKOU OCEWN NOUSWN QERAPEUTIKON, Κεφ. ι. Θεραπεία Πλευρίτιδος.54)
ὦ κύκνων ᾠδὴ καὶ ἀηδόνων χορὸς ἐνθρηνεῖν.
(아리스티데스, 아일리오스, 연설, Μονῳδία ἐπὶ Σμύρνῃ 3:20)
Πίνδαρος δ ἐν τῇ εἰς Ιἕρωνα Πυθικῇ ᾠδῇ ἀπὸ Ταϋγέτοιο μὲν Λάκαιναν ἐπὶ θηρσὶ κύνα τρέχειν πυκινώτατον ἑρπετόν.
(아테나이오스, The Deipnosophists, book 1, chapter 501)
"ἡ δὲ τῶν ἱστουργούντων ᾠδὴ αἴλινος, ὡς Ἐπίχαρμος ἐν Ἀταλάνταις ἱστορεῖ, ἡ δὲ τῶν ταλασιουργῶν ἰούλος.
(아테나이오스, The Deipnosophists, Book 14, book 14, chapter 10 1:3)
αἱ δὲ τῶν τιτθευουσῶν ᾠδαὶ καταβαυκαλήσεις ὀνομάζονται, ἦν δὲ καὶ ἐπὶ ταῖς ἐώραις τις ἐπ Ἠριγόνῃ, ἣν καὶ ἀλῆτιν λέγουσιν, ᾠδή.
(아테나이오스, The Deipnosophists, Book 14, book 14, chapter 10 2:4)
ἡ δὲ τῶν θεριστῶν ᾠδὴ Λιτυέρσης καλεῖται.
(아테나이오스, The Deipnosophists, Book 14, book 14, chapter 10 3:1)
καὶ τῶν μισθωτῶν δέ τις ἦν ᾠδὴ τῶν ἐς τοὺς ἀγροὺς φοιτώντων, ὡς Τηλεκλείδης φησὶν ἐν Ἀμφικτύοσιν καὶ βαλανέων ἄλλαι, ὡς Κράτης ἐν Τόλμαις:
(아테나이오스, The Deipnosophists, Book 14, book 14, chapter 10 3:2)
ἡ δ ἐπὶ τοῖς θανάτοις καὶ λύπαις ᾠδὴ ὀλοφυρμὸς καλεῖται.
(아테나이오스, The Deipnosophists, Book 14, book 14, chapter 10 4:3)
ἡ δὲ εἰς Ἀπόλλωνα ᾠδὴ φιληλιάς, ὁ ὡς Τελέσιλλα παρίστησιν οὔπιγγοι δὲ αἱ εἰς Ἄρτεμιν.
(아테나이오스, The Deipnosophists, Book 14, book 14, chapter 10 4:5)
"ἱμαῖος ᾠδὴ μυλωθρῶν ἐν δὲ γάμοις ὑμέναιος:
(아테나이오스, The Deipnosophists, Book 14, book 14, chapter 10 4:7)
τῶν δὲ λεγομένων ἐσθ ὅτι ἥδεται ὀρχήσει καὶ ᾠδῇ καὶ ἀκούσασα ἀναπηδᾷ ἐκ τῆς θαλάσσης, τῶν δ ἐριτίμων μέμνηται Δωρίων ἐν τῷ περὶ ἰχθύων λέγων κατὰ τὸ αὐτὸ ποιεῖν ταῖς χαλκίσιν, ἡδεῖς δ εἶναι τὰς ἐν ὑποτρίμματι.
(아테나이오스, The Deipnosophists, Book 7, book 7, chapter 137 3:4)
ἐκεῖ δὲ καὶ τὰ περὶ τὸν ἵππον καὶ τὴν ἅλωσιν τῆς Τροίας διεξιόντα τὸν Δημόδοκον ἐν ᾠδῇ δι ὀλίγων ἐπῶν.
(디오, 크리소토모스, 연설, ΤΡΩΙΚΟΣ ΥΠΕΡ τοῦ ΙΛΙΟΝ ΜΗ ΑΛΩΝΑΙ. 41:2)
οὐδὲν ἧττον ἀληθῆ φασιν εἶναι τὴν Ὁμήρου ποίησιν καὶ ἀκούοντες τὸν μὲν Στησίχορον ἐν τῇ ὕστερον ᾠδῇ λέγειν ὅτι τὸ παράπαν οὐδὲ πλεύσειεν ἡ Ἑλένη οὐδαμόσε, ἄλλους δέ τινας ὡς ἁρπασθείη μὲν Ἑλένη ὑπὸ τοῦ Ἀλεξάνδρου, δεῦρο δὲ παρ ἡμᾶς εἰς Αἴγυπτον ἀφίκοιτο καὶ τοῦ πράγματος οὕτως ἀμφισβητουμένουκαὶ πολλὴν ἄγνοιαν ἔχοντος, οὐδὲ οὕτως ὑποπτεῦσαι δύνανται τὴν ἀπάτην.
(디오, 크리소토모스, 연설, ΤΡΩΙΚΟΣ ΥΠΕΡ τοῦ ΙΛΙΟΝ ΜΗ ΑΛΩΝΑΙ. 50:1)
ἡ γὰρ ᾠδὴ μέθην ἐμποιεῖ καὶ παράνοιαν.
(디오, 크리소토모스, 연설, πρὸς ΑΛΕΞΑΝΔΡΕΙΣ.? 73:4)

SEARCH

MENU NAVIGATION