- 문장 내 검색

헬라어 문장 내 검색 Language

ὑμεῖς οὖν, ἐάν τι τοιοῦτον τεχνάζῃ, μὴ ἐπιτρέπετε αὐτῷ, ἀλλ ἐξελέγχετε, καὶ ὅ τι ἂν μὴ ἕκαστος ὑμῶν εἰδῇ, μηδὲ τὸν πλησίον δοκιμαζέτω εἰδέναι, ἀλλ ἀξιούτω τοῦτον ἀποδεικνύναι σαφῶς ὑπὲρ ὧν ἂν λέγῃ, καὶ μὴ ὑμᾶς φάσκοντα εἰδέναι, περὶ ὧν αὐτὸς οὐδὲν ἕξει εἰπεῖν δίκαιον, ἀποδιδράσκειν τὴν ἀλήθειαν, ἐπεὶ καὶ ἐγώ, ὦ ἄνδρες δικασταί, πάντων ὑμῶν εἰδότων ὃν τρόπον ἀναγκασθεὶς ὁ πατήρ μου ἐποιήσατο τούτους, οὐδὲν ἧττον δικάζομαι νῦν αὐτοῖς καὶ μάρτυρας ὑποδίκους παρέσχημαι.?
(데모스테네스, Speeches 31-40, Πρὸς Βοιωτὸν περὶ Προικὸς Μητρῴας. 66:1)
σκέψασθε τοίνυν τουτονὶ τὸν νόμον, ὃς κελεύει ὑποδίκους εἶναι τῶν ψευδομαρτυρίων καὶ κατ αὐτὸ τοῦτο, ὅτι μαρτυρεῖ παρὰ τὸν νόμον.
(데모스테네스, Speeches 41-50, Κατὰ Στεφάνου Ψευδομαρτυριῶν Β 17:1)
ἵνα οὖν μήθ ὑμεῖς ἐξαπατᾶσθε μήθ οἱ εἰσιόντες εἰς ὑμᾶς ἀδικῶνται, διὰ ταῦτα αὐτοὺς ὑποδίκους ἐποίησεν ὁ νομοθέτης.
(데모스테네스, Speeches 41-50, Κατὰ Εὐέργου καὶ Μνησιβούλου Ψευδομαρτυριῶν 4:3)
εἰς τὸν Αουἐντῖνον αὐθημερὸν ἐπὶ τοὺς ἑαυτῶν χάρακας, καὶ τὰ κελευόμενα ὑπὸ τῶν στρατηγῶν ἐπιτελεῖν μηδενὸς ὄντας τῶν γεγονότων ὑποδίκους, πλὴν τῶν αἰτίων τῆς ἀποστάσεως μόνων:
(디오니시오스, Antiquitates Romanae, Books X-XX, book 11, chapter 44 7:1)
καὶ μὴν οὗτοι μὲν οὐδὲν οὐδενὶ κινδυνεύοντες ἰδίας ἔχθρας ἕνεκα ταῦτα ποιοῦσιν, ἡμεῖς δὲ πάντας ὑποδίκους ἡμᾶς αὐτοὺς καθιστάντες μαρτυροῦμεν.?
(디오니시오스, chapter 17 4:1)

SEARCH

MENU NAVIGATION