- 문장 내 검색

헬라어 문장 내 검색 Language

ἢν δὲ πρὸ τῆς ξυμμετρίης ἀπαυδήσῃ ὁ νοσέων, ἐς δευτέρην ἐπάνεσιν ὑπερβάλλεσθαι, ἢν μὴ ἐς μακρὸν ἐκπίπτῃ· εἰ δὲ μὴ, ἀνακαλεσάμενον ὀσμῇσι, καὶ ψαύσεσι προσώπου, καὶ πιέσι ποδῶν αὐτίκα ἀφαιρέειν· γνῶμα δὲ τῆς αὐταρκίης ἡ δύναμις.?
(아레타이오스, The Extant Works of Aretaeus, The Cappadocian., ARETAIOU KAPPADOKOU OCEWN NOUSWN QERAPEUTIKON, Κεφ. ι. Θεραπεία Πλευρίτιδος.27)
"εἰ δέ τις τῶν ὀψοποιῶν ἢ μαγείρων ἴδιον εὑρ´οι βρῶμα καὶ περιττόν, ἐξουσίαν μὴ εἶναι χρήσασθαι τούτῳ ἕτερον πρὸ ἐνιαυτοῦ ἀλλ αὐτῷ τῷ εὑρόντι, τὸν χρόνον τοῦτον ὅπως ὁ πρῶτος εὑρὼν καὶ τὴν ἐργασίαν ἔχῃ, πρὸς τὸ τοὺς ἄλλους φιλοπονοῦντας αὑτοὺς ὑπερβάλλεσθαι τοῖς τοιούτοις.
(아테나이오스, The Deipnosophists, Book 12, book 12, chapter 20 1:2)
"οἵ γε προῆλθον εἰς τοσαύτην ἅμιλλαν, ὡς ἡμεῖς ἀκούομεν, ὥστε πυνθανόμενοι παρὰ τῶν ἀφικνουμένων τάς τε παρασκευὰς τῶν οἰκιῶν καὶ τὰς πολυτελείας τῶν θυσιῶν τὰς παρ ἑκατέρῳ γινομένας ἐφιλονίκουν ὑπερβάλλεσθαι τοῖς τοιούτοις ἀλλήλους.
(아테나이오스, The Deipnosophists, Book 12, book 12, chapter 20 1:176)
καὶ μὴ καταισχύνῃς τὴν φύσιν, μηδὲ ψευσθῆναι ποιήσῃς τῶν ἐλπίδων τοὺς ἐπὶ σοὶ μέγα φρονοῦντας, ἀλλ ὑπερβάλλεσθαι πειρῶ τῇ σαυτοῦ δυνάμει τὴν τῶν εὐνουστάτων ἐπιθυμίαν.
(데모스테네스, Speeches 51-61, Ἐρωτικός 61:2)
τὸν δὲ Πτολεμαῖον ἐν ἀνταποδόσει μείζονος χάριτος ὑπερβάλλεσθαι βουλόμενοι θεωροὺς ἀπέστειλαν εἰς Λιβύην τοὺς ἐπερωτήσοντας τὸ παρ Ἄμμωνι μαντεῖον εἰ συμβουλεύει Ῥοδίοις Πτολεμαῖον ὡς θεὸν τιμῆσαι.
(디오도로스 시켈로스, Bibliotheca Historica, Books XVIII-XX, book 20, chapter 100 3:1)
ἀκολούθως δὲ τούτοις τοῖς κατὰ τὸν πόλεμον ἐπαίνοις καὶ τιμαῖς προετρέποντο τὰς προγεγενημένας ἀνδραγαθίας ἐν τοῖς μέλλουσιν ἀγῶσιν ὑπερβάλλεσθαι:
(디오도로스 시켈로스, Library, book xii, chapter 76 2:1)
ἀκοῦον δὴ τὸ μειράκιον κατ ὀλίγον ἐθηράθη καὶ οὕτως ἐγένετο φιλόπονος ὡς ὑπερβάλλεσθαι τοὺς ἅλλους καὶ αὐτὸς διαδέξασθαι τὴν σχολήν, ἀρξάμενος ἀπὸ τῆς ἕκτης καὶ δεκάτης καὶ ἑκατοστῆς Ὀλυμπιάδος.
(디오게네스 라에르티오스, Lives of Eminent Philosophers, D, Kef. g'. POLEMWN 1:8)
πολύδριον δ ἐστὶ καὶ τοῦτο τῆς Καμπανίας ὅσον ἀπὸ σταδίων πέντε τῆς Δικαιαρχείας κείμενον, βασίλειοί τέ εἰσιν οἰκήσεις αὐτόθι πολυτελέσι κεχρημέναι κατασκευαῖς φιλοτιμηθέντος τῶν αὐτοκρατόρων ἑκάστου τοὺς προγεγονότας ὑπερβάλλεσθαι, λουτρά τε παρέχεται τὸ χωρίον θερμὰ γῆθεν αὐτόματα ἀνιέντα ἀγαθὰ ἐπί τε ἰάσει τοῖς χρωμένοις καὶ ἄλλως τῷ ἀνειμένῳ τῆς διαίτης συμφέροντα.
(플라비우스 요세푸스, Antiquitates Judaicae, Book 18 295:1)
ἐπείτε δὲ συνήνεικε ὥστε καὶ ὑμέας εἰδέναι καὶ μὴ μοῦνον ἐμέ, ποιέειν αὐτίκα μοι δοκέει καὶ μὴ ὑπερβάλλεσθαι:
(헤로도토스, The Histories, book 3, chapter 71 3:3)
λέγει πρὸς ταῦτα Ὀτάνης, ἐπειδὴ ὡρ´α σπερχόμενον Δαρεῖον, "ἐπείτε ἡμέας συνταχύνειν ἀναγκάζεις καὶ ὑπερβάλλεσθαι οὐκ ἐᾷς, ἴθι ἐξηγέο αὐτὸς ὅτεῳ τρόπῳ πάριμεν ἐς τὰ βασιλήια καὶ ἐπιχειρήσομεν αὐτοῖσι.
(헤로도토스, The Histories, book 3, chapter 72 2:1)
οἱ δὲ δὴ ἑπτὰ τῶν Περσέων ὡς ἐβουλεύσαντο αὐτίκα ἐπιχειρέειν τοῖσι Μάγοισι καὶ μὴ ὑπερβάλλεσθαι, ἠίσαν εὐξάμενοι τοῖσι θεοῖσι, τῶν περὶ Πρηξάσπεα πρηχθέντων εἰδότες οὐδέν.
(헤로도토스, The Histories, book 3, chapter 76 2:1)
ἐνθαῦτα ἐκστάντες τῆς ὁδοῦ ἐδίδοσαν αὖτις σφίσι λόγους, οἳ μὲν ἀμφὶ τὸν Ὀτάνην πάγχυ κελεύοντες ὑπερβαλέσθαι μηδὲ οἰδεόντων τῶν πρηγμάτων ἐπιτίθεσθαι, οἳ δὲ ἀμφὶ τὸν Δαρεῖον αὐτίκα τε ἰέναι καὶ τὰ δεδογμένα ποιέειν μηδὲ ὑπερβάλλεσθαι.
(헤로도토스, The Histories, book 3, chapter 76 3:2)
κείνην τε δὴ ὑπερβάλλεσθαι τὴν ἀπόδοσιν τῶν ἵππων, βουλομένην ὡς πλεῖστον χρόνον συνεῖναι τῷ Ἡρακλεῖ, καὶ τὸν κομισάμενον ἐθέλειν ἀπαλλάσσεσθαι:
(헤로도토스, The Histories, book 4, chapter 9 3:1)
ὥστε ταύτῃ γε οὐχ ὅπως ὑπερβάλλεσθαι τοὺς ἐπαίνους, ἀλλὰ πολὺ καταδεέστερόν μοι δοκῶ τῆς ἀξίας εἰρηκέναι.
(루키아노스, Pro imaginibus, (no name) 17:3)
ἀρετῇ δὲ πᾶσαν γῆν ὑπὸ τῆς ἐνθάδε ὑπερβάλλεσθαι, διὸ καὶ δυνατὴν εἶναι τότε τρέφειν τὴν χώραν στρατόπεδον πολὺ τῶν περὶ γῆν ἀργὸν ἔργων.
(플라톤, Hippias Major, Hippias Minor, Ion, Menexenus, Cleitophon, Timaeus, Critias, Minos, Epinomis, Κριτίας? 31:1)

SEARCH

MENU NAVIGATION