- 문장 내 검색

헬라어 문장 내 검색 Language

Ὁ δὲ ὑφίσταται γράμματα διοίσειν διὰ τῶν ἐχθρῶν ἐς τὸ Καπιτώλιον.?
(아피아노스, The Foreign Wars, chapter 5:17)
ὑφίσταται.
(아피아노스, The Foreign Wars, chapter 5:20)
τοιοῦτον δέ τινα ὑφίσταται τῇ κατασκευῇ καὶ λαμπρότητι οἱάνπερ Πολύβιος Ἴβηρός τινος βασιλέως οἰκίαν ὃν καὶ ἐζηλωκέναι λέγει τὴν τῶν Φαιάκων τρυφὴν πλὴν τοῦ τοὺς κρατῆρας ἐν μέσῳ τῆς οἰκίας ἑστάναι πλήρεις οἴνου κριθίνου, ἀργυροῦς ὄντας καὶ χρυσοῦς.
(아테나이오스, The Deipnosophists, book 1, chapter 28 2:5)
τὸ γὰρ ποτήριον ὑφίσταται μέγα κατὰ τὸ κύτος καὶ βαρὺ τὴν ὁλκήν, ὅπερ φιλοπότης ὢν ὁ Νέστωρ ἐκ τῆς συνεχοῦς συνηθείας ῥᾳδίως βαστάζειν ἔσθενε.
(아테나이오스, The Deipnosophists, Book 11, book 11, chapter 84 4:1)
τὰς δὲ ἰδέας ὑφίσταται, καθὰ καὶ προείρηται, αἰτίας τινὰς καὶ ἀρχὰς τοῦ τοιαῦτ εἶναι τὰ φύσει συνεστῶτα, οἱά῀περ ἐστὶν αὐτά.
(디오게네스 라에르티오스, Lives of Eminent Philosophers, G, PLATWN 76:6)
φάντασμα μὲν γάρ ἐστι δόκησις διανοίας οἱά γίνεται κατὰ τοὺς ὕπνους, φαντασία δέ ἐστι τύπωσις ἐν ψυχῇ, τουτέστιν ἀλλοίωσις, ὡς ὁ Χρύσιππος ἐν τῇ δευτέρᾳ Περὶ ψυχῆς ὑφίσταται.
(디오게네스 라에르티오스, Lives of Eminent Philosophers, ISTORIWN Z, Kef. a'. ZHNWN 50:2)
ταῖς συμφοραῖς γὰρ ὅστις οὐχ ὑφίσταται, οὐδ ἀνδρὸς ἂν δύναιθ ὑποστῆναι βέλος.
(에우리피데스, Heracles, episode, lyric 4:6)
ὑφίσταται δὲ κατὰ κορυφὴν ἐπιρρέοντα τὸν πόλεμον καὶ οὔτε ἀνδρῶν πλῆθος οὔτε βελῶν ὑποπτήξας ἐπέμενε, μέχρι δαιμόνιον τὸ παράστημα τῆς ψυχῆς συννοήσαντες οἱ πολέμιοι ταῖς ὁρμαῖς ἐνέδοσαν.
(플라비우스 요세푸스, De bello Judaico libri vii, Φλαυίου Ιὠσήπου ἱστορία Ιοὐδαϊκοῦ πολέμου πρὸς Ῥωμαίους βιβλίον δ. 40:1)
Ὁκόσοισιν ἐν τῷ οὔρῳ ψαμμώδεα ὑφίσταται, τουτέοισιν ἡ κύστις λιθιᾷ.
(히포크라테스, Oeuvres Completes D'Hippocrate., AFORISMOI., 83.77)
Καὶ οἷσι τὰ ὑποχωρήματα, ἢν ἐάσῃς στῆναι καὶ μὴ κινήσῃς, ὑφίσταται οἱονεὶ ξύσματα, τουτέοισι ξυμφέρει ὑποκαθῆραι τὴν κοιλίην‧ ἢν δὲ μὴ καθαρὴν ποιήσας διδῷς τὰ Ῥοφήματα, ὁκόσῳ ἂν κλείω διδῷς, μᾶλλον βλάψεις.
(히포크라테스, Oeuvres Completes D'Hippocrate., AFORISMOI., 87.66)
Εἰ δὲ διαλείποι, καὶ ποτὲ μὲν καθαρὸν οὐρέοιτο, ποτὲ δὲ ὑφίσταται τὸ λευκὸν καὶ λεῖον, χρονιωτέρη γίγνεται ἡ νοῦσος καὶ ἧσσον ἀσφαλής.
(히포크라테스, Oeuvres Completes D'Hippocrate., PROGNWSTIKON, 12.2)
οὐ γὰρ τάγαθὸν ὑφίσταται καὶ τὸ κακόν, ἵνα γένηται φρόνησις, ἀλλ ᾗ τἀγαθὸν καὶ τὸ κακὸν ὄντα καὶ ὑφεστῶτα κρίνομεν, ὠνομάσθη φρόνησις:
(플루타르코스, De communibus notitiis adversus Stoicos, section 17 2:3)
ἐπεὶ γὰρ ἀὴρ μὲν σβεννυμένου πυρὸς ὑφίσταται , καὶ λεπτυνόμενος αὖθις ἐξ αὑτοῦ πῦρ ἀναδίδωσιν, ἐν τοῖς ἑκατέροις σπέρμασι τὰ πάθη δεῖ θεᾶσθαι καὶ τὰς μεταβολάς.
(플루타르코스, De defectu oraculorum, section 3211)
ἀλλὰ καὶ πείρας ἕνεκα πολλάκις προστιθέντων, ὑφίσταται καὶ οὐ πρόεισιν, ἀποδοῦσα τὸ τεταγμένον:
(플루타르코스, De sollertia animalium, chapter, section 21 2:2)
διαφέρει δὲ σοφίας φρόνησις ᾗ τοῦ θεωρητικοῦ πρὸς τὸ πρακτικὸν καὶ παθητικὸν ἐπιστροφῆς καὶ σχέσεώς τινος γενομένης ὑφίσταται κατὰ λόγον ἡ φρόνησις.?
(플루타르코스, De virtute morali, section 5 1:4)

SEARCH

MENU NAVIGATION