- 문장 내 검색

헬라어 문장 내 검색 Language

καὶ τοῖς μὴ ὑβρισταῖς μηδὲ χλευασταῖς μηδ ὀλιγώροις εἰς μηδένα ἢ μὴ εἰς χρηστοὺς μηδ εἰς τοιούτους οἱοί῀ περ αὐτοί:?
(아리스토텔레스, 수사학, Book 2, chapter 3 9:1)
οὐ μόνον δ ἐπὶ τούτων τοῖς ἐκ προαιρέσεως ὑβρισταῖς χαλεποὺς ὄντας ἰδεῖν ἔστι τοὺς νόμους, ἀλλὰ καὶ ἐφ ἁπάντων.
(데모스테네스, Speeches 21-30, Κατὰ Μειδίου περὶ τοῦ Κονδύλου 57:1)
ὅσῳ γὰρ ἂν φοβερώτερον κατασκευάσητε τὸ παραβαίνειν τοὺς νόμους καὶ τὰ ἔθη κινεῖν τοῖς ὑβρισταῖς καὶ πλεονέκταις, πολλοὺς ὀφθαλμοὺς καὶ φύλακας αὐτῶν ἀποδείξαντες, τοσούτῳ κρεῖττον ὑμῖν ἕξει τὰ κοινά.
(디오니시오스, Antiquitates Romanae, Books VII-IX, book 7, chapter 56 6:1)
ἐγὼ δ ὑμᾶς, ὦ βουλή, σαφῶς οἶμαι δεῖν διαγιγνώσκειν οἷς τ ἐγχωρεῖ τῶν ἀνθρώπων ὑβρισταῖς εἶναι καὶ οἷς οὐ προσήκει.
(리시아스, Speeches, Πρὸς τὴν εἰσαγγελίαν περὶ τοῦ μὴ δίδοσθαι τῷ ἀδυνάτῳ ἀργύριον 20:2)
καὶ αἱ μὲν οἰκήσεις ἐπὶ θαλάσσῃ τοῖς ἀνθρώποις εἰσί, μικρὸν δὲ ἀπὸ θαλάσσης ἄνω Νεμέσεώς ἐστιν ἱερόν, ἣ θεῶν μάλιστα ἀνθρώποις ὑβρισταῖς ἐστιν ἀπαραίτητος.
(파우사니아스, Description of Greece, Ἀττικά, chapter 33 3:2)
ὃ δ ἐτόλμησε Θησεὺς περὶ τὸν Κρητικὸν δασμόν, εἴτε τινὶ θηρίῳ βοράν, εἴτε πρόσφαγμα τοῖς Ἀνδρόγεω τάφοις, εἴθ, ὃ κουφότατόν ἐστὶ τῶν λεγομένων, λατρεύειν παρ ἀνδράσιν ὑβρισταῖς καὶ δυσμενέσιν ἀκλεῆ λατρείαν καὶ ἄτιμον ἐπιδοὺς ἑαυτόν, ἑκουσίως μετὰ παρθένων πλεύσας καὶ παίδων νέων, οὐκ ἂν εἴποι τις ἡλίκης ἐστὶ τόλμης ἢ μεγαλοφροσύνης ἢ δικαιοσύνης περὶ τὸ κοινὸν ἢ πόθου δόξης καὶ ἀρετῆς, ὥστ ἔμοιγε φαίνεται μὴ κακῶς ὁρίζεσθαι τοὺς φιλοσόφους τὸν ἔρωτα θεῶν ὑπηρεσίαν πρὸς ἐπιμέλειαν καὶ σωτηρίαν νέων.
(플루타르코스, Comparison of Theseus and Romulus, chapter 1 4:1)
ἀλλὰ δούλοις ὑβρισταῖς καὶ βαρβάροις καὶ ἀγρίοις, ὥσπερ οὓς ὁ Πλάτων φησὶ καθ Αἵδου διαπύρους κολαστὰς καὶ δημοκοίνους ἐφεστάναι τοῖς ἠσεβηκόσι.?
(플루타르코스, De vitando aere alieno, chapter, section 45)

SEARCH

MENU NAVIGATION