- 문장 내 검색

헬라어 문장 내 검색 Language

πάντα δ αὐτοῖς καὶ τὰ ἄλλα μετ εὐταξίας ἀνύεται καὶ ἀσφαλείας, ξυλεία τε καὶ ἐπισιτισμός, εἰ δέοιντο, καὶ ὑδρεία κατὰ συντάξεις ἑκάστοις.?
(플라비우스 요세푸스, De bello Judaico libri vii, Φλαυίου Ιὠσήπου ἱστορία Ιοὐδαϊκοῦ πολέμου πρὸς Ῥωμαίους βιβλίον γ. 107:2)
καθάπερ Δαναὸν μὲν τὰ ὑδρεῖα τὰ ἐν Ἄργει παραδείξαντα, Ἀτρέα δὲ τοῦ ἡλίου τὸν ὑπεναντίον τῷ οὐρανῷ δρόμον, μάντεις τε καὶ ἱεροσκοπουμένους ἀποδείκνυσθαι βασιλέας:
(폴리비오스, Histories, book 34, ii. de ulixis navigatione, prope siciliam praesertim 6:1)
τὸν γὰρ Αἰόλον τὸν προσημαίνοντα τοὺς ἔκπλους ἐν τοῖς κατὰ τὸν πορθμὸν τόποις ἀμφιδρόμοις οὖσι καὶ δυσέκπλοις διὰ τὰς παλιρροίας ταμίαν τε εἰρῆσθαι τῶν ἀνέμων καὶ βασιλέα νενομίσθαι φησί, καθάπερ Δαναὸν μὲν τὰ ὑδρεῖα τὰ ἐν Ἄργει παραδείξαντα, Ἀτρέα δὲ τοῦ ἡλίου τὸν ὑπεναντίον τῷ οὐρανῷ δρόμον, μάντεις τε καὶ ἱεροσκοπουμένους ἀποδείκνυσθαι βασιλέας, τούς θ ἱερέας τῶν Αἰγυπτίων καὶ Χαλδαίους καὶ Μάγους σοφίᾳ τινὶ διαφέροντας τῶν ἄλλων ἡγεμονίας καὶ τιμῆς τυγχάνειν παρὰ τοῖς πρὸ ἡμῶν, οὕτω δὲ καὶ τῶν θεῶν ἕνα ἕκαστον τῶν χρησίμων τινὸς εὑρετὴν γενόμενον τιμᾶσθαι.
(스트라본, 지리학, book 1, chapter 2 30:2)
ἀνέφυγε γὰρ εἰς τὸ ὄρος παρασκευῆς χωρὶς εἰργόμενος τῶν πεδίων, εὑρ῀ε δὲ καὶ τὰ ὑδρεῖα ἐμπεφραγμένα πέτραις ἠλιβάτοις:
(스트라본, 지리학, Book 12, chapter 3 59:10)
ἔχει δὲ καὶ ὑδρεῖα ἐντὸς ἀναφαίρετα, συρίγγων τετμημένων δυεῖν, τῆς μὲν ἐπὶ τὸν ποταμὸν τῆς δ ἐπὶ τὸν αὐχένα:
(스트라본, 지리학, Book 12, chapter 3 61:7)
τότε γὰρ ὄμβρους ἔχειν τὴν Γεδρωσίαν καὶ ποὺς ποταμοὺς πληροῦσθαι καὶ τὰ ὑδρεῖα, χειμῶνος δ ἐπιλείπειν:
(스트라본, 지리학, book 15, chapter 2 6:4)
ἀνάγκη δ ἦν καὶ σταθμοὺς ποιεῖσθαι μακροὺς διὰ τὰ ὑδρεῖα διακοσίων καὶ τετρακοσίων σταδίων, ἔστι δ ὅτε καὶ ἑξακοσίων, νυκτοποροῦντας τὸ πλέον.
(스트라본, 지리학, book 15, chapter 2 12:2)
πολλοὶ γὰρ ἐμπίπτοντες σὺν ὅπλοις ἔπινον ὡς ἂν ὑποβρύχιοι, φυσώμενοι δ ἐπέπλεον ἐκπεπνευκότες καὶ τὰ ὑδρεῖα βραχέα ὄντα διέφθειρον:
(스트라본, 지리학, book 15, chapter 2 12:4)
ἔνιοι δὲ τῶν τὴν ἄνυδρον παραλίαν οἰκούντων διὰ πέντε ἡμερῶν ἐπὶ τὰ ὑδρεῖα ἀναβαίνουσι πανοίκιοι μετὰ παιανισμοῦ, ῥιφέντες δὲ πρηνεῖς πίνουσι βοῶν δίκην ἑώς ἐκτυμπανώσεως τῆς γαστρός, εἶτ ἀπίασιν ἐπὶ θάλατταν πάλιν:
(스트라본, 지리학, book 16, chapter 4 26:10)
εἶτα δι ἐρήμης ὀλίγα ὑδρεῖα ἐχούσης ὁδὸς μέχρι Ἐγρᾶς κώμης:
(스트라본, 지리학, book 16, chapter 4 47:33)
πρότερον μὲν οὖν ἐνυκτοπόρουν πρὸς τὰ ἄστρα βλέποντες οἱ καμηλέμποροι καὶ καθάπερ οἱ πλέοντες ὥδευον κομίζοντες καὶ ὕδωρ, νυνὶ δὲ καὶ ὑδρεῖα κατεσκευάκασιν, ὀρύξαντες πολὺ βάθος, καὶ ἐκ τῶν οὐρανίων καίπερ ὄντων σπανίων ὅμως δεξαμενὰς πεποίηνται:
(스트라본, 지리학, book 17, chapter 1 89:6)
ἔχει δὲ τὸ μεταξὺ διάστημα καὶ λιμένας οὐ πολλοὺς ὑδρεῖά τε σπάνια.
(스트라본, 지리학, book 17, chapter 3 40:18)
καὶ γὰρ λιμένες ὀλίγοι καὶ ὕφορμοι καὶ κατοικίαι καὶ ὑδρεῖα.?
(스트라본, 지리학, book 17, chapter 3 44:2)

SEARCH

MENU NAVIGATION