- 문장 내 검색

헬라어 문장 내 검색 Language

ἐν πέπλοισι μελαγκέρῳ λαβοῦσα μηχανήματι τύπτει:?
(아이스킬로스, 아가멤논, choral, antistrophe 53)
ἃ μηδὲ λαθεῖν ἔνεστι διὰ τὸ μέγεθος, ἀλλ ἐς ἅπασαν γῆν περιελεύσεται καὶ νῦν καὶ ὕστερον, ἢν πόλιν περιώνυμον καὶ θαλασσοκράτορα ἀνέλωμεν, ἣ καὶ νήσων ἦρξε πολλῶν καὶ θαλάσσης ὅλης καὶ Λιβύης ὑπὲρ ἥμισυ, ἔν τε τοῖς πρὸς ἡμᾶς αὐτοὺς ἀγῶσι πολλὰ καὶ τύχης καὶ δυνάμεως ἔργα ἐπεδείξατο, οἷς ἔτι μὲν φιλονεικοῦσιν ἐρίζειν ἔδει, πεσόντων δὲ φείδεσθαι, καθὰ καὶ τῶν ἀθλητῶν οὐδεὶς τὸν πεσόντα ἔτι τύπτει, καὶ τῶν θηρίων τὰ πολλὰ φείδεται τῶν καταπεσόντων.
(아피아노스, The Foreign Wars, chapter 9 3:5)
λέγω δ ἑκούσιον μέν, ὥσπερ καὶ πρότερον εἴρηται, ὃ ἄν τις τῶν ἐφ αὑτῷ ὄντων εἰδὼς καὶ μὴ ἀγνοῶν πράττῃ μήτε ὃν μήτε ᾧ μήτε οὗ <ἕνεκα>, οἱο῀ν τίνα τύπτει καὶ τίνι καὶ τίνος ἕνεκα, κἀκείνων ἕκαστον μὴ κατὰ συμβεβηκὸς μηδὲ βίᾳ ὥσπερ εἴ τις λαβὼν τὴν χεῖρα αὐτοῦ τύπτοι ἕτερον, οὐχ ἑκών:
(아리스토텔레스, 니코마코스 윤리학, Book 5 104:3)
τὸ δ ὅτι τοὺς πλησίον τύπτει ὅς γε καὶ τὸν πατέρα ἐκ τοῦ "εἰ τὸ ἧττον <ὑπάρχον> ὑπάρχει, καὶ τὸ μᾶλλον ὑπάρχει" :
(아리스토텔레스, 수사학, Book 2, chapter 23 4:3)
οὐδ ἔσκωψε τοὺς φαλακρούς, οὐδὲ κόρδαχ εἵλκυσεν, οὐδὲ πρεσβύτης ὁ λέγων τἄπη τῇ βακτηρίᾳ τύπτει τὸν παρόντ ἀφανίζων πονηρὰ σκώμματα, οὐδ εἰσῇξε δᾷδας ἔχους, οὐδ ἰοὺ ἰοὺ βοᾷ, ἀλλ αὑτῇ καὶ τοῖς ἔπεσιν πιστεύους ἐλήλυθεν.
(아리스토파네스, Clouds, Parabasis, parabasis12)
ὁρᾶθ ὁμολογοῦνθ ὅτι με τύπτει.
(아리스토파네스, Clouds, Episode6)
τί δῆτ, ἐπειδὴ καὶ σὺ φῂς εἶναι θεός, οὐ καὶ σὺ τύπτει τὰς ἴσας πληγὰς ἐμοί·
(아리스토파네스, Frogs, Lyric-Scene, iambics30)
οὐδεὶς αὐτὸν λοιδορεῖ, οὐδεὶς τύπτει, οὐδεὶς ὑβρίζει:
(에픽테토스, Works, book 3, Περὶ Κυνισμοῦ. 100:2)
Τοσαῦτα ἐπιθειάσας τύπτει τῇ βακτηρίᾳ τὴν θάλατταν.
(플라비우스 요세푸스, Antiquitates Judaicae, Book 2 426:1)
ἀνωθούμενος δὲ ὑπὸ πλήθους ἀνδρῶν εἰς τὸ κατόπιν, τῶν αὐτῶν ἀθρόως πάλιν εἰς τοὔμπροσθεν ἐπιβρισάντων τύπτει τὰ τείχη τῷ προανέχοντι σιδήρῳ.
(플라비우스 요세푸스, De bello Judaico libri vii, Φλαυίου Ιὠσήπου ἱστορία Ιοὐδαϊκοῦ πολέμου πρὸς Ῥωμαίους βιβλίον γ. 267:1)
ἐπεὰν νῶτον ὑὸς δελεάσῃ περὶ ἄγκιστρον, μετιεῖ ἐς μέσον τὸν ποταμόν, αὐτὸς δὲ ἐπὶ τοῦ χείλεος τοῦ ποταμοῦ ἔχων δέλφακα ζωὴν ταύτην τύπτει.
(헤로도토스, The Histories, book 2, chapter 70 2:3)
ἐπειδὴ δὲ ἐπετυχέτην αὐτῷ βαδίζοντι, ὁ μὲν Θρασύβουλος τύπτει τὸν Φρύνιχον καὶ καταβάλλει πατάξας, ὁ δὲ Ἀπολλόδωρος οὐχ ἥψατο:
(리시아스, Speeches, Κατὰ Ἀγοράτου ἐνδείξεως 94:2)
εἴ τις τύπτει, ἀνάγκη τι τύπτεσθαι·
(플라톤, Euthydemus, Protagoras, Gorgias, Meno, Γοργίας 178:9)
καὶ εἰ σφόδρα τύπτει ἢ ταχὺ ὁ τύπτων, οὕτω καὶ τὸ τυπτόμενον τύπτεσθαι·
(플라톤, Euthydemus, Protagoras, Gorgias, Meno, Γοργίας 178:11)
ταῦτα μηχαναὶ ταῖς γαλαῖς εἰσιν ὥσπερ τῷ λάβρακι συρομένην γὰρ αἰσθανόμενος βίᾳ διίστησι καὶ τύπτει κοιλαίνων τοὔδαφος ὅταν δὲ ποιήσῃ ταῖς ἐπιδρομαῖς τοῦ δικτύου χώραν, ἐώσεν ἑαυτὸν καὶ προσέχεται, μέχρι ἂν παρέλθῃ.?
(플루타르코스, De sollertia animalium, chapter, section 26 4:1)

SEARCH

MENU NAVIGATION