- 문장 내 검색

헬라어 문장 내 검색 Language

εἰσπηδήσαντες νύκτωρ εἰς τὴν οἰκίαν οὗ ᾤκει ὁ Πιττάλακος, πρῶτον μὲν συνέτριβον τὰ σκευάρια καὶ διερρίπτουν εἰς τὴν ὁδόν, ἀστραγάλους τέ τινας διασείστους καὶ φιμοὺς καὶ κυβευτικὰ ἕτερα ὄργανα, καὶ τοὺς ὄρτυγας καὶ τοὺς ἀλεκτρυόνας, οὓς ἠγάπα ὁ τρισκακοδαίμων ἄνθρωπος, ἀπέκτειναν, τὸ δὲ τελευταῖον δήσαντες πρὸς τὸν κίονα αὐτὸν τὸν Πιττάλακον ἐμαστίγουν τὰς ἐξ ἀνθρώπων πληγὰς οὕτω πολὺν χρόνον, ὥστε καὶ τοὺς γείτονας αἰσθέσθαι τῆς κραυγῆς.?
(아이스키네스, 연설, κατὰ Τιμάρχου, section 591)
τρισκακοδαίμων εἰ γυναῖκα δεῖ σαπρὰν βινεῖν ὅλην τὴν νύκτα καὶ τὴν ἡμέραν, κἄπειτ ἐπειδὰν τῆσδ ἀπαλλαγῶ, πάλιν φρύνην ἔχουσαν λήκυθον πρὸς ταῖς γνάθοις.
(아리스토파네스, Ecclesiazusae, Lyric-Scene, antistrophe 2 4:26)
τρισκακοδαίμων ἄρ ὁ τράχηλος οὑτοσί, ὅτι θλίβεται μέν, τὸ δὲ γέλοιον οὐκ ἐρεῖ.
(아리스토파네스, Frogs, Prologue 1:16)
τρισκακοδαίμων ὡς ἀπόλωλ Εὐριπίδης.?
(아리스토파네스, Thesmophoriazusae, Prologue, iambics 2:7)

SEARCH

MENU NAVIGATION