- 문장 내 검색

헬라어 문장 내 검색 Language

πρὸς δὴ τοσαύτην τόλμαν καὶ τερατείαν ἀνθρώπου χαλεπὸν καὶ διαμνημονεῦσαι καθ ἕκαστα, καὶ λέγειν μετὰ κινδύνου πρὸς ἀπροσδοκήτους διαβολάς.?
(아이스키네스, 연설, περὶ τῆς Παραπρεσβείας, section 111)
"σκοπεῖτε δή, ποίᾳ φωνῇ, ποίᾳ ψυχῇ, ποίοις ὄμμασι, τίνα τόλμαν κτησάμενοι τὰς ἱκετείας ποιήσεσθε, τούτους παρέντες ἀτιμωρήτους τοὺς ἐναγεῖς καὶ ταῖς ἀραῖς ἐνόχους.
(아이스키네스, 연설, κατὰ Κτησιφῶντος, section 1211)
ὦ πρὸς μὲν τὰ μεγάλα καὶ σπουδαῖα τῶν ἔργων τῶν ἀνθρώπων ἁπάντων ἀχρηστότατε, πρὸς δὲ τὴν ἐν τοῖς λόγοις τόλμαν θαυμασιώτατε, ἐπιχειρήσεις αὐτίκα μάλα, βλέπων εἰς τὰ τούτων πρόσωπα, λέγειν ὡς δεῖ σε ἐπὶ ταῖς τῆς πόλεως συμφοραῖς στεφανοῦσθαι·
(아이스키네스, 연설, κατὰ Κτησιφῶντος, section 152 1:2)
πάντως δ ἀνάγκη τῶνδέ μοι τόλμαν σχεθεῖν:
(아이스킬로스, 결박된 프로메테우스, episode 1:7)
ἐν τῷ προθυμεῖσθαι δὲ καὶ τολμᾶν τίνα ὁρᾷς ἐνοῦσαν ζημίαν·
(아이스킬로스, 결박된 프로메테우스, episode, anapests 5:3)
ἄξιον δὲ τὴν τόλμαν αὐτοῦ σαφέστερον ἔτι διελθεῖν.
(안도키데스, 연설, Ἀνδοκίδου κατὰ Ἀλκιβιάδου 34:1)
καὶ πρώτους ἡμᾶς, οἳ πρῶτοι συνεδράμομεν ἀλλήλοις, ἀξιῶ θεράποντας μὲν ἐνταῦθα καὶ ὑποζύγια καὶ παρασκευὴν καὶ πάνθ ὑπολιπέσθαι, ἵνα ἡμᾶς αἱ παροῦσαι νῆες ὑποδέξωνται, μόνους δ εὐθὺς ἐμβάντας περᾶν, ἵνα τοὺς ἐχθροὺς διαλάθοιμεν, τῷ μὲν χειμῶνι τύχην ἀγαθὴν ἀντιθέντες, τῇ δ ὀλιγότητι τόλμαν, τῇ δ ἀπορίᾳ τὴν τῶν ἐχθρῶν εὐπορίαν, ἧς ἔστιν ἡμῖν εὐθὺς ἐπιβαίνουσιν ἐπὶ τὴν γῆν κρατεῖν, ἢν εἰδῶμεν, ὅτι μὴ κρατήσασιν οὐδέν ἐστιν ἴδιον.
(아피아노스, The Civil Wars, book 2, chapter 8 5:3)
στρατιώτου δ αὐτῷ παρακατοικισθέντος, οὐδὲ τοῦτον φέρων τὸν φόβον ἐς θαυμαστὴν τόλμαν ἐκ δειλίας μετέβαλε καὶ κειράμενος ἡγεῖτο ἐν αὐτῇ Ῥώμῃ διδασκαλείου μέχρι τῶν σπονδῶν.
(아피아노스, The Civil Wars, book 4, chapter 6 12:2)
τοὺς μὲν οὖν Τιγυρίους ὑποστράτηγος αὐτοῦ Λαβιηνὸς ἐνίκησε, τοὺς δὲ ἄλλους ὁ Καῖσαρ, καὶ Τρικούρους ἀμύνοντας σφίσιν, ἔπειτα τοὺς μετ Ἀριοουίστου Γερμανούς, οἳ καὶ τὰ μεγέθη μείζους τῶν μεγίστων ὑπῆρχον καὶ τὸ ἦθος ἄγριοι καὶ τὴν τόλμαν θρασύτατοι, καὶ θανάτου καταφρονηταὶ δι ἐλπίδα ἀναβιώσεως, καὶ κρύος ὁμοίως ἔφερον θάλπει, καὶ πόᾳ ἐχρῶντο παρὰ τὰς ἀπορίας τροφῇ, καὶ ὁ ἵππος ξύλοις.
(아피아노스, The Foreign Wars, chapter 3:3)
καί τις ἀπὸ τοῦ Καπιτωλίου κατέβαινεν ἱερεύς, ὄνομα Δόρσων, ἐπὶ ἐτήσιον δή τινα ἱερουργίαν ἐς τὸν τῆς Ἑστίας νεὼν στέλλων τὰ ἱερὰ διὰ τῶν πολεμίων, αἰδεσθέντων ἢ καταπλαγέντων αὐτοῦ τὴν τόλμαν ἢ τὴν εὐσέβειαν, ἢ τὴν ὄψιν ἱερὰν οὖσαν.
(아피아노스, The Foreign Wars, chapter 5:25)
Ῥωμαῖοι δ ἐξεπλήσσοντο, καὶ οἱ ὕπατοι φέρειν αὐτοὺς ἐγνώκεσαν ὡς ἐπὶ ἀλλοκότῳ κελεύσματι, μέχρι παύσαιντο ἀγανακτοῦντες, καλῶς εἰδότες ὅτι τὰ μέγιστα δεινὰ αὐτίκα μὲν ἐς θρασύτητα ἐκπλήσσει, σὺν χρόνῳ δὲ καταδουλοῖ τὴν τόλμαν ἡ ἀνάγκη.
(아피아노스, The Foreign Wars, chapter 12 2:9)
πόλεμον δ οὐδένα ἄλλον οὕτως ἐπὶ θύραις ἐπίφοβον αὑτοῖς ᾔδεσαν, διά τε ἀνδρείαν καὶ φρόνημα καὶ τόλμαν ἐχθρῶν καὶ ἀπιστίαν ἐν σφίσιν ἐπικίνδυνον γενόμενον.
(아피아노스, The Foreign Wars, chapter 20 2:3)
ἐδόκει γὰρ αὐτῷ λυσιτελεῖν τοῖς νέοις μαθημάτων ἕνεκα τολμᾶν προΐεσθαι, καὶ ταῦτα ὅστις δυνατός:
(아리스티데스, 아일리오스, 연설, Ἐπὶ Ἀλεξάνδρῳ ἐπιτάφιος 5:4)
ἀλλὰ μὴν τήν γε εὐψυχίαν καὶ τόλμαν τοσαύτην συνεισήνεγκαν ὥστε μικρὸν εἶναι τὸ ταῖς ναυσὶ τοσοῦτον ὑπερέχειν.
(아리스티데스, 아일리오스, 연설, Παναθηναϊκός 43:3)
Σφοδρίου τοίνυν ὕστερον ὁρμηθέντος ἐκ Θηβῶν ἤρκεσαν αἱ δᾷδες φανεῖσαι κατασβέσαι τὴν τόλμαν.
(아리스티데스, 아일리오스, 연설, Ἐλευσίνιος? 3:5)

SEARCH

MENU NAVIGATION