- 문장 내 검색

헬라어 문장 내 검색 Language

τοὺς δ οὖν κατ Αἴγυπτον ἀνθρώπους τὸ παλαιὸν γενομένους, ἀναβλέψαντας εἰς τὸν κόσμον καὶ τὴν τῶν ὅλων φύσιν καταπλαγέντας τε καὶ θαυμάσαντας, ὑπολαβεῖν εἶναι δύο θεοὺς ἀιδίους τε καὶ πρώτους, τόν τε ἥλιον καὶ τὴν σελήνην, ὧν τὸν μὲν Ὄσιριν, τὴν δὲ Ἶσιν ὀνομάσαι, ἀπό τινος ἐτύμου τεθείσης ἑκατέρας τῆς προσηγορίας ταύτης.?
(디오도로스 시켈로스, Bibliotheca Historica, book 1, chapter 11 1:1)
οὕτως γὰρ μάλιστα εὐπαρακολούθητος τοῖς ἀναγινώσκουσιν ἡ διήγησις ἔσται, πρὸ ὀφθαλμῶν τεθείσης τῆς ὅλης τοποθεσίας καὶ τῶν διαστημάτων.
(디오도로스 시켈로스, Bibliotheca Historica, Books XVIII-XX, book 18, chapter 5 1:2)
, τοῦτο εἰς τρία διῄρηται, τῆς αὐτῆς λέξεως οὐ τοῦ ἀναγκαίου ἕνεκα, τοῦ δὲ ἡδίω ποιῆσαι τὴν ἁρμονίαν πολλάκις τεθείσης .
(디오니시오스, De Compositione Verborum, chapter 99)
ἐξ αὐτῆς γὰρ ἔσται τῆς Ἰσοκράτους λέξεως τεθείσης καταφανὴς ὅ τε τῶν περιόδων ῥυθμὸς ἐκ παντὸς διώκων τὸ γλαφυρὸν καὶ τῶν σχημάτων τὸ μειρακιῶδες περὶ τὰς ἀντιθέσεις καὶ παρισώσεις καὶ παρομοιώσεις κατατριβόμενον.
(디오니시오스, De Isocrate, chapter 13 2:3)
τοὺς μὲν γὰρ ἀνθρώπους βέλεσιν ἀπὸ τῶν τειχῶν ἀπεσκέδασε, πρῶτος δὲ διὰ κλίμακος τεθείσης ἀναβὰς ἐπὶ τ ὁ τεῖχος, ὡς ἥ τε κλίμαξ συνετρίβη καὶ τῶν βαρβάρων ὑφισταμένων παρὰ τὸ τεῖχος ἐλάμβανε πληγὰς κάτωθεν, ὀλιγοστὸς ὢν συστρέψας ἑαυτὸν εἷς μέσους ἀφῆκε τοὺς πολεμίους καὶ κατὰ τύχην ὀρθὸς ἔστη.
(플루타르코스, Alexander, chapter 63 2:1)
ἧς τεθείσης εἰς τὸ μέσον ἐποιοῦντο τὴν σκέψιν Κρητικήν:
(폴리비오스, Histories, book 8, chapter 16 5:2)
ἐπὶ δέ γε τὸν ἰσημερινὸν ἀπὸ Συήνης μύριοι ἑξακισχίλιοι ὀκτακόσιοι τοσοῦτοι γάρ εἰσιν οἱ τῶν τεττάρων ἑξηκοντάδων, τεθείσης ἑκάστης τετρακισχιλίων καὶ διακοσίων, ὥστε λοιποὶ εἰε῀ν ἂν ἀπὸ τῶν ὁρ´ων τῆς οἰκουμένης ἐπὶ τὸν ἰσημερινὸν ὀκτακισχίλιοι ὀκτακόσιοι, ἀπὸ δὲ Ἀλεξανδρείας δισμύριοι χίλιοι ὀκτακόσιοι.
(스트라본, 지리학, book 2, chapter 5 14:14)
ὁ δὲ Διογένης καὶ ποιήματα ὥσπερ ἀπεφοίβαζε τεθείσης ὑποθέσεως, τραγικὰ ὡς ἐπὶ πολύ:
(스트라본, 지리학, Book 14, chapter 5 30:2)
γενομένης δὲ πυρᾶς καὶ τεθείσης ἐπ αὐτῆς χρυσῆς κλίνης, κατακλιθέντα εἰς αὐτήν, ἐγκαλυψάμενον ἐμπρησθῆναι:?
(스트라본, 지리학, book 15, chapter 1 136:7)

SEARCH

MENU NAVIGATION