- 문장 내 검색

헬라어 문장 내 검색 Language

Χαβρίας Ἀθηναῖος Ταῲ τῷ Αἰγυπτίων βασιλεῖ ἐκστρατεύοντι καὶ δεομένῳ χρημάτων συνεβούλευε τῶν τε ἱερῶν τινα καὶ τῶν ἱερέων τὸ πλῆθος φάναι πρὸς τοὺς ἱερεῖς δεῖν παραλυθῆναι διὰ τὴν δαπάνην.?
(아리스토텔레스, 경제학, Book 2 92:1)
Χαβρίας πληρωμάτων τε κατειλεγμένων εἰς ἑκατὸν καὶ εἴκοσι ναῦς, τῷ δὲ Ταῲ ἑξήκοντα μόνον οὔσης χρείας, προσέταξε τοῖς ἐκ τῶν ἑξήκοντα νεῶν αὐτοῦ τῶν ὑπομενουσῶν τοὺς πλέοντας εἰς δίμηνον σιτηρεσιάσαι, ἢ αὐτοὺς πλέειν.
(아리스토텔레스, 경제학, Book 2 129:2)
ἐπὶ τὸ τάγηνον φυκίδας, ψήττας τινάς, καρῖδα, φύκην, κωβιόν, πέρκην, σπάρον, ἐποίησὰ τ αὐτὸ ποικιλώτερον ταῶ.
(아테나이오스, The Deipnosophists, Book 3, book 3, chapter 69 4:2)
"εἶτ ἐφέροντο ἐν ἀγγείοις ψιττακοὶ καὶ ταῲ καὶ μελεαγρίδες καὶ φασιανοὶ ὄρνιθες καὶ ἄλλοι Αἰθιοπικοί:
(아테나이오스, The Deipnosophists, Book 5, book 5, chapter 3116)
" εἶτα ἐφέροντο ἐν ἀγγείοις ψιττακοὶ καὶ ταῲ καὶ μελεαγρίδες καὶ φασιανοὶ καὶ ὄρνιθες Αἰθιοπικοὶ πλήθει πολλοί Ἀρτεμίδωρος δὲ ὁ Ἀριστοφάνειος ἐν ταῖς ἐπιγραφομέναις Ὀψαρτυτικαῖς Γλώσσαις καὶ Πάμφιλος ὁ Ἀλεξανδρεὺς ἐν τοῖς περὶ ὀνομάτων καὶ γλωσσῶν Ἐπαίνετον παρατίθεται λέγοντα ἐν τῷ Ὀψαρτυτικῷ ὅτι ὁ φασιανὸς ὄρνις τατύρας καλεῖται.
(아테나이오스, The Deipnosophists, Book 9, book 9, chapter 3727)
πῶς δὲ οὐ τὸν ταῶ μᾶλλον ὁρῶντα θαυμάζει, καλὸν οὕτω καὶ ποικίλον, ἔτι δὲ αὐτὸν ἐπαιρόμενον καὶ ἐπιδεικνύντα τὸ κάλλος τῶν πτερῶν, ὅταν ἁβρύνηται πρὸς τὴν θήλειαν, ἀνακλάσας τὴν οὐρὰν καὶ περιστήσας αὑτῷ πανταχόθεν ὥσπερ εὐειδὲς ἄντρον ἤ τινα γραφῇ μιμηθέντα οὐρανὸν ποικίλον ἄστροις, σύν γε τῷ λοιπῷ σώματι θαυμαστόν, ἐγγύτατα χρυσοῦ κυάνῳ κεκραμένου, καὶ δὴ ἐν ἄκροις τοῖς πτεροῖς οἱο῀ν ὀφθαλμῶν ἐνόντων ἤ τινων δακτυλίων τό τε σχῆμα καὶ κατὰ τὴν ἄλλην ὁμοιότητα·
(디오, 크리소토모스, 연설, Ὀλυμπικὸς ἢ περὶ τῆς πρώτης τοῦ θεοῦ ἐννοίας 2:1)
ἀλλ οὔτε τὸν ταῶ πάντα ταῦτα καλλωπιζόμενον τὰ ὄρνεα βούλεται ὁρᾶν οὔτε τῆς ἀηδόνος ἀκούοντα τῆς φωνῆς ἑώθεν ἐπορθρευομένης οὐδὲν πάσχει πρὸς αὐτήν, ἀλλ οὐδὲ τὸν κύκνον ἀσπάζεται διὰ τὴν μουσικήν, οὐδὲ ὅταν ὑμνῇ τὴν ὑστάτην ᾠδήν ἅτε εὐγήρως, ὑπὸ ἡδονῆς τε καὶ λήθης τῶν ἐν τῷ βίῳ χαλεπῶν εὐφημῶν ἅμα καὶ προπέμπων ἀλύπως αὑτόν, ὡς ἐοίκε, πρὸς ἄλυπον τὸν θάνατον:
(디오, 크리소토모스, 연설, Ὀλυμπικὸς ἢ περὶ τῆς πρώτης τοῦ θεοῦ ἐννοίας 3:2)
καὶ αὐτὸν Γλαυκωνίδης ἠξίου τῇ πόλει περιποιεῖν καθάπερ φασιανὸν ὄρνιν ἢ ταώ.
(디오게네스 라에르티오스, Lives of Eminent Philosophers, B, Kef. e'. SWKRATHS 13:2)
ὥστε καὶ ὃν ὑπὲρ τοῦ ταὼ λόγον εἶπε πρὸς ὑμᾶς μικρὸν ἔμπροσθεν, ὑπὲρ ἐμαυτοῦ εἰρῆσθαι νομίζω:
(루키아노스, De Domo, (no name) 19:5)
καὶ εἲ γέ τις παραστησάμενος τὴν ἀηδόνα ἢ τὸν κύκνον ᾄδειν κελεύοι, μεταξὺ δὲ ᾀδόντων παραδείξειε τὸν ταὼ σιωπῶντα, εὖ οἶδ ὅτι .
(루키아노스, De Domo, (no name) 19:7)
τίς γὰρ οἶδεν εἰ ἔτι σοι παρακειμένης τῆς χρυσῆς τραπέζης, πρὶν ἐπιβαλεῖν τὴν χεῖρα καὶ ἀπογεύσασθαι τοῦ ταὼ ἢ τοῦ Νομάδος ἀλεκτρυόνος, ἀποφυσήσας τὸ ψυχίδιον ἄπει γυψὶ καὶ κόραξι πάντα ἐκεῖνα καταλιπών·
(루키아노스, Λυκῖνος, Τιμόλαος, Σάμιππος, Ἀδείμαντος 45:4)
"γένοιτο δ ἂν μάλιστα τούτου ἔμφασις ἐπὶ τῆς κέρκου τοῦ ταὼ ἐνταῦθα γὰρ ἐπιφαίνει τὸ ζῷον γεγονέναι ἕνεκα τῆς κέρκου καὶ οὐκ ἀνάπαλιν, τῷ δ ἄρρενι γινομένῳ οὕτως ἡ θήλεια γοῦν ἠκολούθηκεν.
(플루타르코스, De Stoicorum repugnantiis, section 21 8:1)
τὴν γὰρ ἰδέαν ταῷ μάλιστα ἐγγίζειν.?
(스트라본, 지리학, book 15, chapter 1 138:11)

SEARCH

MENU NAVIGATION