- 문장 내 검색

헬라어 문장 내 검색 Language

οὐ γὰρ εἶπεν, ἐπειδὴ κακῶς μὲν ἔσχον τὰ τῶν βαρβάρων πράγματα, τοσοῦτος δὲ ὁ θόρυβος καὶ ταραχή, μάχας δὲ τοσαύτας ἥττηντο, τὸ τελευταῖον κατακλεισθέντες ἐπολιορκοῦντο, οὐδὲν τοιοῦτο, αὐτὸ δὲ μόνον ἐξήνεγκε νομίσας, καὶ οὐχὶ ἅμα μὲν παροξυνθεὶς τοῖς συμβεβηκόσιν, ἅμα δὲ ἡγούμενος, ἀλλὰ νομίσας.?
(아리스티데스, 아일리오스, Ars Rhetorica, περὶ ἀφελοῦς λόγου., chapter 13 26:3)
καὶ συμβαίνει τις Ὀδύσσεια, εὐθὺς μὲν ἐν τῷ Τυρρηνικῷ πελάγει ζάλη καὶ ζόφος καὶ λὶψ καὶ ταραχὴ τῆς θαλάττης ἀκατάσχετος, καὶ ὁ κυβερνήτης μεθῆκε τοὺς οἰάκας, καὶ ὁ ναύκληρος καὶ οἱ ναῦται σποδὸν καταχεάμενοι σφᾶς τε αὐτοὺς ἀπῴμωζον καὶ τὸ πλοῖον.
(아리스티데스, 아일리오스, 연설, Ιἑροὶ λόγοι β# 15:16)
ἡ δ ὁλκὰς ἡ κομίζουσα ἡμᾶς ἀπορραγέντων τῶν καλωδίων ἐκυλινδεῖτο ἄνω καὶ κάτω, καὶ μόλις σὺν βοῇ πολλῇ καὶ ταραχῇ τῶν ναυτῶν διασώζεται:
(아리스티데스, 아일리오스, 연설, Ιἑροὶ λόγοι δ# 9:7)
νεωστὶ γὰρ τῶν ἀνθρώπων γεγονότων καὶ τῶν ἄλλων ζώων θόρυβος πολὺς ἦν κατὰ τὴν γῆν καὶ ταραχή.
(아리스티데스, 아일리오스, 연설, Πρὸς Πλάτωνα περὶ ῥητορικῆς 99:1)
ἔστω δὴ ὁ φόβος λύπη τις ἢ ταραχὴ ἐκ φαντασίας μέλλοντος κακοῦ φθαρτικοῦ ἢ λυπηροῦ:
(아리스토텔레스, 수사학, Book 2, chapter 5 1:2)
ἔστω δὴ αἰσχύνη λύπη τις ἢ ταραχὴ περὶ τὰ εἰς ἀδοξίαν φαινόμενα φέρειν τῶν κακῶν, ἢ παρόντων ἢ γεγονότων ἢ μελλόντων, ἡ δ ἀναισχυντία ὀλιγωρία τις καὶ ἀπάθεια περὶ τὰ αὐτὰ ταῦτα.
(아리스토텔레스, 수사학, Book 2, chapter 6 2:1)
οὐ γὰρ ἔτι ἔσται τὸ μὲν φθόνος, τὸ δὲ νέμεσις, ἀλλὰ φόβος, ἐὰν διὰ τοῦτο ἡ λύπη ὑπάρχῃ καὶ ἡ ταραχή, ὅτι αὐτῷ τι ἔσται φαῦλον ἀπὸ τῆς ἐκείνου εὐπραξίας.
(아리스토텔레스, 수사학, Book 2, chapter 9 3:4)
πότε μάλιστ ἐν ταραχῇ τὰ τῶν Ἑλλήνων γέγονε πράγματα·
(데모스테네스, Speeches, Κατὰ Φιλίππου Δ 60:2)
ἔπειθ ἡ Πελοπόννησος ἅπασα διειστήκει, καὶ οὔθ οἱ μισοῦντες Λακεδαιμονίους οὕτως ἴσχυον ὥστ ἀνελεῖν αὐτούς, οὔθ οἱ πρότερον δι ἐκείνων ἄρχοντες κύριοι τῶν πόλεων ἦσαν, ἀλλά τις ἦν ἄκριτος καὶ παρὰ τούτοις καὶ παρὰ τοῖς ἄλλοις ἅπασιν ἔρις καὶ ταραχή.
(데모스테네스, Speeches 11-20, Περὶ τοῦ Στεφάνου 27:3)
- ἐπειδὴ ταῦτ ἦν καὶ τοιαύτη ταραχὴ καὶ τοιοῦτος θόρυβος περιειστήκει τὴν πόλιν, τηνικαῦθ ὁ σοφὸς καὶ δεινὸς οὗτος καὶ εὔφωνος, οὔτε βουλῆς οὔτε δήμου χειροτονήσαντος αὐτόν, ᾤχετο πρεσβεύων ὡς τὸν ταῦτα πεποιηκότα, οὔτε τὴν ἀρρωστίαν ἐφ ᾗ τότ ἐξωμόσαθ ὑπολογισάμενος, οὔθ ὅτι πρεσβευτὴς ἄλλος ᾕρητ ἀνθ αὑτοῦ, οὔθ ὅτι τῶν τοιούτων ὁ νόμος θάνατον τὴν ζημίαν εἶναι κελεύει, οὔθ ὅτι πάνδεινόν ἐστιν ἀπηγγελκόθ ὡς ἐπικεκήρυκται χρήματ αὐτῷ ἐν Θήβαις, ἐπειδὴ Θηβαῖοι πρὸς τῷ τὴν Βοιωτίαν ἅπασαν ἔχειν καὶ τῆς Φωκέων χώρας ἐγκρατεῖς γεγόνασι, τηνικαῦτ εἰς μέσας τὰς Θήβας καὶ τὸ τῶν Θηβαίων στρατόπεδον βαδίζειν:
(데모스테네스, Speeches 11-20, Περὶ τῆς Παραπρεσβείας 163:1)
ἡ γὰρ ἐκείνων πρὸς ἀλλήλους ταραχὴ καὶ ὑποψία φρουρὰ Χερρονήσου μεγίστη τῶν πασῶν ἐστιν καὶ βεβαιοτάτη.
(데모스테네스, Speeches 21-30, Κατὰ Ἀριστοκράτους 152:2)
εἰ δὲ τοὐναντίον γένοιτο τοῖς χρηστοῖς μὲν μηδ ὁτιοῦν πλέον, τοῖς δ ἀδικοῦσιν ἄδει ὅσην Τιμοκράτης γέγραφεν, πόση ταραχὴ γένοιτ ἂν εἰκότως·
(데모스테네스, Speeches 21-30, Κατὰ Τιμοκράτους 296:1)
ὧν ὄντων ἀμφοῖν τῶν αὐτῶν πολλὴ ταραχὴ συμβαίνει.
(데모스테네스, Speeches 31-40, Πρὸς Βοιωτὸν περὶ τοῦ Ὀνόματος. 12:4)
τάχ ἂν οὖν καὶ ὑμεῖς ἐμὲ τῷ θορύβῳ καταπίοιτε καὶ τῇ ταραχῇ, βουλόμενον ὑμᾶς ὠφελεῖν.
(디오, 크리소토모스, 연설, πρὸς ΑΛΕΞΑΝΔΡΕΙΣ. 32:1)
οὐκ ἐν τῇγενομένῃ ταραχῇ μέχρι σκωμμάτων ἐθρασύνοντο οἱ πολλοί, τινὲς δὲ ὀλίγοι βάλλοντες ὅ, τι ἔτυχον ἅπαξ ἢ δίς, ὥσπερ οἱ καταχέοντες τῶν παριόντων, κατέκειντο εὐθὺς ᾅδοντες, οἱ δ ἐπὶ τοὺς ὁρ´μους ᾔεσαν ὥσπερ ἐν ἑορτῇ πιούμενοι.
(디오, 크리소토모스, 연설, πρὸς ΑΛΕΞΑΝΔΡΕΙΣ.? 94:5)

SEARCH

MENU NAVIGATION