- 문장 내 검색

헬라어 문장 내 검색 Language

τάδε σοι περὶ τῶν ἰδεῶν καὶ ἀρετῶν ἐξ ὧν συνίσταται ὁ πολιτικὸς λόγος, καὶ δι ὧν δοκιμάζεται, καὶ πολλοῦ ἄξιος προάγεται, ὥσπερ ἐκ μερῶν καθ ἕκαστον συντιθέμενος, πανταχόθεν ὁλόκληρος καὶ τελείως ἔχων αὐτὸς ἐν ἑαυτῷ, αἵτινες τοιαίδε καὶ τοσαίδε εἰσί, σεμνότης, βαρύτης, περιβολή, ἀξιοπιστία, σφοδρότης, ἔμφασις, δεινότης, ἐπιμέλεια, γλυκύτης, σαφήνεια καὶ καθαρότης, βραχύτης καὶ συντομία, κόλασις.?
(아리스티데스, 아일리오스, Ars Rhetorica, περὶ πολιτικοῦ λόγου, chapter Arg 2:1)
βραχύτης δὲ καὶ συντομία γίνεται κατὰ γνώμην, κατὰ λέξιν.
(아리스티데스, 아일리오스, Ars Rhetorica, περὶ πολιτικοῦ λόγου, περὶ βραχύτητος καὶ συντομίας. 2:1)
κατὰ λέξιν δὲ γίνεται βραχύτης καὶ συντομία, ὅταν τις μὴ ταῖς παραφραστικαῖς τῶν λέξεων, ἀλλὰ ταῖς εὐθείαις χρῆται, ὅταν μὴ ἐπαγωνίζηται τῇ λέξει τὰ ἰσοδυναμοῦντα παρατιθείς, ἀλλὰ δηλώσας τὸ πρᾶγμα τῇ σημαινούσῃ λέξει εὐθὺς ἀπαλλαγῇ καὶ ἐν ὀλίγῳ, καὶ ὅταν τις μὴ φιλοτιμῆται πρὸς τὴν λέξιν, ἀλλὰ καὶ πρὸς τὰ πράγματα ἀποβλέπῃ.
(아리스티데스, 아일리오스, Ars Rhetorica, περὶ πολιτικοῦ λόγου, περὶ βραχύτητος καὶ συντομίας. 3:1)
Ἀρεταὶ δὲ λόγου εἰσὶ πέντε, Ἑλληνισμός, σαφήνεια, συντομία, πρέπον, κατασκευή.
(디오게네스 라에르티오스, Lives of Eminent Philosophers, ISTORIWN Z, Kef. a'. ZHNWN 59:1)
συντομία δέ ἐστι λέξις αὐτὰ τὰ ἀναγκαῖα περιέχουσα πρὸς δήλωσιν τοῦ πράγματος:
(디오게네스 라에르티오스, Lives of Eminent Philosophers, ISTORIWN Z, Kef. a'. ZHNWN 59:4)
τὸ καθαρὸν τῶν ὀνομάτων, ἡ ἀκρίβεια τῆς διαλέκτου, τὸ διὰ τῶν κυρίων καὶ μὴ τροπικῶν κατασκευῶν ἐκφέρειν τὰ νοήματα, ἡ σαφήνεια, ἡ συντομία, τὸ συστρέφειν τε καὶ στρογγυλίζειν τὰ νοήματα, τὸ ὑπὸ τὰς αἰσθήσεις ἄγειν τὰ δηλούμενα, τὸ μηδὲν ἄψυχον ὑποτίθεσθαι πρόσωπον μηδὲ ἀνηθοποίητον, ἡ τῆς συνθέσεως τῶν ὀνομάτων ἡδονὴ μιμουμένης τὸν ἰδιώτην, τὸ τοῖς ὑποκειμένοις προσώποις καὶ πράγμασι τοὺς πρέποντας ἐφαρμόττειν λόγους, ἡ πιθανότης καὶ τὸ πειστικὸν καὶ ἡ χάρις καὶ ὁ πάντα μετρῶν καιρός.
(디오니시오스, chapter 13 1:1)
τρίτην ἔχει χώραν ἡ καλουμένη συντομία:?
(디오니시오스, Epistula ad Pompeium Geminum, chapter 3 17:1)

SEARCH

MENU NAVIGATION