- 문장 내 검색

헬라어 문장 내 검색 Language

ἅπαντα γὰρ ταῦτα φιλοτίμῳ τρόπῳ ψυχῆς ἀκοινώνητα καὶ ἄγρια καὶ χαλεπὰ ἀνάγκη πᾶσα συνέπεσθαι, ἔτι δὲ αὐτὸν πολὺ μεταλλάττειν καὶ ἀνώμαλον ἔχειν τὴν διάνοιαν, ἅτε ἀνωμάλῳ δουλεύοντα καὶ προσέχοντα πράγματι, πυκνότερον καὶ συνεχέστερον ἢ τοὺς κυνηγέτας φασὶ χαίροντα καὶ λυπούμενον:?
(디오, 크리소토모스, 연설, περὶ ΒΑΣΙΛΕΙΑΣ δ. 147:2)
ζῶντος μὲν οὖν Ὀρφέως συνέπεσθαι αὐτῷ πανταχόθεν ἀκούοντα ὁμοῦ καὶ νεμόμενα:
(디오, 크리소토모스, 연설, πρὸς ΑΛΕΞΑΝΔΡΕΙΣ. 85:5)
πολὺ δὲ ἥδιον τὸν πατέρα τοῖς παισὶ συνέπεσθαι.
(디오, 크리소토모스, 연설 (2), ΠΡΟΣ ΑΠΑΜΕΙΣ ΠΕΡΙ ΟΜΟΝΟΙΑΣ. 11:1)
συνέπεσθαι δὲ καὶ τῆς γεωργίας ἐμπειρίαν ἔχοντας, τῆς μὲν περὶ τὴν ἄμπελον φυτείας Μάρωνα, τοῦ δὲ κατὰ τὸν σῖτον σπόρου καὶ τῆς ὅλης συγκομιδῆς Τριπτόλεμον.
(디오도로스 시켈로스, Bibliotheca Historica, book 1, chapter 18 2:3)
αἰσχρὸν γὰρ ὑπολαμβάνειν τοῦ βασιλέως πεπηρωμένου τὸ σκέλος ἀρτίποδας εἶναι τοὺς φίλους, καὶ μὴ πάντας ἐν ταῖς ἐξόδοις συνέπεσθαι χωλοὺς ὁμοίως:
(디오도로스 시켈로스, Bibliotheca Historica, book 3, chapter 7 1:3)
φασὶ δὲ καὶ παιδαγωγὸν καὶ τροφέα συνέπεσθαι κατὰ τὰς στρατείας αὐτῷ Σειληνόν, εἰσηγητὴν καὶ διδάσκαλον γινόμενον τῶν καλλίστων ἐπιτηδευμάτων, καὶ μεγάλα συμβάλλεσθαι τῷ Διονύσῳ πρὸς ἀρετήν τε καὶ δόξαν.
(디오도로스 시켈로스, Bibliotheca Historica, book 4, chapter 4 3:3)
συνέπεσθαι δ ἐκέλευσε κἀκεῖνον αὐτῷ.
(플라비우스 요세푸스, Antiquitates Judaicae, Book 8 412:3)
"ὦ κακὲ ἄνθρωπε, σὺ ἐτόλμησας, ἐμεῦ στρατευομένου αὐτοῦ ἐπὶ τὴν Ἑλλάδα καὶ ἄγοντος παῖδας ἐμοὺς καὶ ἀδελφεοὺς καὶ οἰκηίους καὶ φίλους, μνήσασθαι περὶ σέο παιδός, ἐὼν ἐμὸς δοῦλος, τὸν χρῆν πανοικίῃ αὐτῇ τῇ γυναικὶ συνέπεσθαι ·
(헤로도토스, The Histories, book 7, chapter 39 2:2)
ῥώμῃ γὰρ μιᾷ δυοῖν ἅμα μετεωριζομένοιν τὸ μὲν ἔλαττον μᾶλλον, τὸ δὲ πλέον ἧττον ἀνάγκη που κατατεινόμενον συνέπεσθαι τῇ βίᾳ, καὶ τὸ μὲν πολὺ βαρὺ καὶ κάτω φερόμενον κληθῆναι, τὸ δὲ σμικρὸν ἐλαφρὸν καὶ ἄνω.
(플라톤, Hippias Major, Hippias Minor, Ion, Menexenus, Cleitophon, Timaeus, Critias, Minos, Epinomis, Τίμαιος 295:1)
ταῦτ οὖν ὡς ἔχοντά ἐσθ οὕτω, πειρῶ σὺ μὲν ἐξηγεῖσθαι πάντως, ἡμεῖς δὲ συνέπεσθαί σοι μανθάνοντες.
(플라톤, Laws, book 7 208:2)
ἑνὶ δὲ λόγῳ, πατρὸς ὀνείδη καὶ τιμωρίας παίδων μηδενὶ συνέπεσθαι, πλὴν ἐάν τινι πατὴρ καὶ πάππος καὶ πάππου πατὴρ ἐφεξῆς ὄφλωσι θανάτου δίκην:
(플라톤, Laws, book 9 23:2)
τούτου δὲ οὕτως ἔχοντος, ἀνάγκη που τούτῳ συνέπεσθαι τὸν ἑξῆς λόγον.
(플라톤, Laws, book 9 48:2)
ἔστι δ, ὅπερ εἶπες, οὐ ῥᾴδια ταῦτα συνέπεσθαι.
(플라톤, Parmenides, Philebus, Symposium, Phaedrus, Φίληβος 83:4)
ὅταν δὲ διὰ γῆρας ἀσθενὴς ὁ ἄρρην γένηται συνέπεσθαι καὶ βαρύς, ὑπολαβοῦσα γηροφορεῖ καὶ γηροτροφεῖ, μηδαμοῦ προϊεμένη μηδὲ καταλείπουσα χωρίς:
(플루타르코스, De sollertia animalium, chapter, section 35 6:1)
συνέπεσθαι δ ἐκέλευσεν αὐτῷ καὶ τοὺς τριακοσίους οὓς αὐτὸς εἶχε τῶν ἐπιλέκτων ἐπὶ τῷ στόματι τοῦ πλαισίου.
(크세노폰, Anabasis, Κύρου Ἀναβάσεως Γ?, chapter 4 45:2)

SEARCH

MENU NAVIGATION