- 문장 내 검색

헬라어 문장 내 검색 Language

τὸν ἅπαντ ἀριθμὸν κελεύω τριακοσίας ἀποδείξαντας, κατὰ πεντεκαιδεκαναΐαν εἴκοσι ποιῆσαι μέρη, τῶν πρώτων ἑκατὸν πέντε, καὶ τῶν δευτέρων ἑκατὸν πέντε, καὶ τῶν τρίτων ἑκατὸν πένθ ἑκάστῳ μέρει διδόντας, εἶτα συγκληρῶσαι συμμορίᾳ σωμάτων ἑκάστῃ τὴν πεντεκαιδεκαναΐαν, τὴν δὲ συμμορίαν ἑκάστῳ τῷ μέρει σφῶν αὐτῶν τρεῖς ἀποδοῦναι τριήρεις.?
(데모스테네스, Speeches 11-20, Περὶ τῶν Συμμοριῶν 21:2)
ἔτυχον δὴ ἐγὼ μὲν τριηραρχῶν καὶ ἐπιμελητὴς ὢν τῆς συμμορίας, Δημοχάρης δὲ ὁ Παιανιεὺς ἐν τῇ συμμορίᾳ ὢν καὶ ὀφείλων τῇ πόλει σκεύη μετὰ Θεοφήμου τουτουί, συντριήραρχος γενόμενος.
(데모스테네스, Speeches 41-50, Κατὰ Εὐέργου καὶ Μνησιβούλου Ψευδομαρτυριῶν 29:1)
ὄντων δὲ τῶν συμπάντων τριῶν καὶ ἐνενήκοντα καὶ ἑκατὸν λόχων καὶ τούτων εἰς ἓξ διῃρημένων συμμορίας πρώτη μὲν ἐκαλεῖτο συμμορία καὶ τὴν ψῆφον ἐπέφερεν ἡ τῶν ἐχόντων τὸ μέγιστον τίμημα τῆς οὐσίας καὶ τὴν πρώτην λαμβανόντων τάξιν ἐν πολέμοις:
(디오니시오스, Antiquitates Romanae, Books VII-IX, book 7, chapter 59 5:2)
δευτέρα δ ἐψηφοφόρει συμμορία τῶν ὑποδεεστέρων τοῖς βίοις καὶ τὴν ὑποβεβηκυῖαν τάξιν ἐν ταῖς μάχαις καὶ ὁπλισμὸν οὐ τὸν αὐτὸν ἐχόντων τοῖς πρωτοστάταις, ἀλλ ἐλάττονα:
(디오니시오스, Antiquitates Romanae, Books VII-IX, book 7, chapter 59 6:1)
οἱ δ ἐν τῇ τρίτῃ συμμορίᾳ καλούμενοι λόχους μὲν ἐξεπλήρουν εἴκοσι, τίμημα δ εἶχον ἔλαττον τῶν δευτέρων καὶ τάξιν τὴν ἐπ ἐκείνοις καὶ ὅπλα οὐκ ἴσα τοῖς πρὸ αὐτῶν ἔφερον.
(디오니시오스, Antiquitates Romanae, Books VII-IX, book 7, chapter 59 7:2)
πέμπτη δ ἐκαλεῖτο συμμορία τῶν ὀλίγου πάνυ τετιμημένων ἀργυρίου, ὅπλα δ ἦν αὐτῶν σαυνία καὶ σφενδόναι:
(디오니시오스, Antiquitates Romanae, Books VII-IX, book 7, chapter 59 8:4)
εἰ δὲ μὴ τοῦτο γένοιτο, ἡ δευτέρα συμμορία τῶν δύο καὶ εἴκοσι λόχων ἐκαλεῖτο, καὶ ἡ τρίτη:?
(디오니시오스, Antiquitates Romanae, Books VII-IX, book 7, chapter 59 12:1)

SEARCH

MENU NAVIGATION