- 문장 내 검색

헬라어 문장 내 검색 Language

μετὰ δὲ ταῦτα ὡς ἐξέπεσε τὸ δεύτερον, ἔτει μάλιστα ἑβδόμῳ μετὰ τὴν κάθοδον, οὐ γὰρ πολὺν χρόνον κατέσχεν, ἀλλὰ διὰ τὸ μὴ βούλεσθαι τῇ τοῦ Μεγακλέους θυγατρὶ συγγίγνεσθαι, φοβηθεὶς ἀμφοτέρας τὰς στάσεις ὑπεξῆλθεν.?
(아리스토텔레스, 아테네인들의 정치체제, work Ath. Pol., chapter 15 1:2)
οὐ γὰρ ἦν δυνατὸν οὕτως ἐν ἐκείνῃ τῇ πόλει συγγίγνεσθαι:
(디오, 크리소토모스, 연설, ἐν ΑΘΗΝΑΙΣ περὶ ΦΥΓΗΣ. 39:2)
συγγίγνεσθαί τε μετὰ ταῦτα οὐχ ἅπασιν, ἀλλὰ τοῖς ἄριστα πρὸς ἀλήθειαν πεφυκόσι καὶ τοῦ θεοῦ ξυνιέναι δυναμένοις, οὓς Πέρσαι μάγους ἐκάλεσαν, ἐπισταμένους θεραπεύειν τὸ δαιμόνιον, οὐχ ὡς Ἕλληνες ἀγνοίᾳ τοῦ ὀνόματος οὕτως ὀνομάζουσιν ἀνθρώπους γόητας.
(디오, 크리소토모스, 연설 (2), ΒΟΡΥΣΘΕΝΙΤΙΚΟΣ ΟΝ ΑΝΕΓΝΩ ΕΝ ΤΗΙ ΠΑΤΡΙΔΙ. 72:2)
ἑτέραν δὲ γυναῖκα τύραννον Σεμίραμιν, ὅτι πρεσβυτέρα τὴν ἡλικίαν οὖσα καὶ μάχλος ἠνάγκαζε συγγίγνεσθαί τινας ἑαυτῇ.
(디오, 크리소토모스, 연설 (2), ΔΗΜΗΓΟΡΙΑ ΕΝ ΤΗΙ ΠΑΤΡΙΔΙ. 47:2)
ἔτι δὲ δοκεῖ σοι, ὡς ἐοίκε, Κλυταιμνήστρα μὲν, Τυνδάρεω θυγάτηρ, γυνὴ δὲ Ἀγαμέμνονος, μὴ μόνον Ἀγαμέμνονι συνεῖναι τῷ αὑτῆς ἀνδρί, ἀλλὰ καὶ ἀποδημήσαντος ἐκείνου Αἰγίσθῳ συγγενέσθαι, καὶ Αἐρόπη ἡ Ἀτρέως γυνὴ τὴν Θυέστου προσδέξασθαι ὁμιλίαν, καὶ ἄλλαι πολλαὶ καὶ πάλαι καὶ νῦν ἐνδόξων καὶ πλουσίων ἀνδρῶν γυναῖκες ἑτέροις συγγίγνεσθαι καὶ παῖδας ἐνίοτε ἐξ ἐκείνων ποιεῖσθαι:
(디오, 크리소토모스, 연설 (2), ΠΕΡΙ ΔΟΥΛΕΙΑΣ ΚΑΙ ΕΛΕΥΘΕΡΙΑΣ Β. 7:4)
ἐλθὼν οὖν εἰς Κύζικον ἐκεῖ διέτριβον καὶ παρεῖχον, εἴ τις βούλεταί μοι τῶν ἐπιτηδείων συγγίγνεσθαι.
(디오, 크리소토모스, 연설 (2), ΠΕΡΙ ΤΗΣ ΑΥΤΟΥ ΦΙΑΗΚΟΙΑΣ. 3:1)
καὶ τὸ αὖ μὴ ἐθέλειν συνεῖναι τοῖς ἀνθρώποις ἔχουσι τὰ σώματα, ἀλλὰ τότε συγγίγνεσθαι, ἐπειδὰν ἡ ψυχὴ καθαρὰ ᾖ πάντων τῶν περὶ τὸ σῶμα κακῶν καὶ ἐπιθυμιῶν, οὐ φιλοσόφου δοκεῖ σοι εἶναι καὶ εὖ ἐντεθυμημένου ὅτι οὕτω μὲν ἂν κατέχοι αὐτοὺς δήσας τῇ περὶ ἀρετὴν ἐπιθυμίᾳ, ἔχοντας δὲ τὴν τοῦ σώματος πτοίησιν καὶ μανίαν οὐδ ἂν ὁ Κρόνος δύναιτο ὁ πατὴρ συγκατέχειν αὑτῷ ἐν τοῖς δεσμοῖς δήσας τοῖς αὐτοῦ λεγομένοις·
(플라톤, Cratylus, Theaetetus, Sophist, Statesman, Κρατύλος 123:3)
ταῦτα δὴ αὐτός τε σκοπῶ καθ ὅσον δύναμαι, καὶ τοὺς ἄλλους ἐρωτῶ οἷς ἂν ὁρῶ τοὺς νέους ἐθέλοντας συγγίγνεσθαι.
(플라톤, Cratylus, Theaetetus, Sophist, Statesman, Θεαίτητος 12:3)
εἰ μὲν τοίνυν οἱ τρόφιμοι τοῦ Κρόνου, παρούσης αὐτοῖς οὕτω πολλῆς σχολῆς καὶ δυνάμεως πρὸς τὸ μὴ μόνον ἀνθρώποις ἀλλὰ καὶ θηρίοις διὰ λόγων δύνασθαι συγγίγνεσθαι, κατεχρῶντο τούτοις σύμπασιν ἐπὶ φιλοσοφίαν, μετά τε θηρίων καὶ μετ ἀλλήλων ὁμιλοῦντες, καὶ πυνθανόμενοι παρὰ πάσης φύσεως εἴ τινά τις ἰδίαν δύναμιν ἔχουσα ᾔσθετό τι διάφορον τῶν ἄλλων εἰς συναγυρμὸν φρονήσεως, εὔκριτον ὅτι τῶν νῦν οἱ τότε μυρίῳ πρὸς εὐδαιμονίαν διέφερον:
(플라톤, Cratylus, Theaetetus, Sophist, Statesman, Πολιτικός 92:7)
ᾗ δ ἂν οὕτως ἐγένετο, εἴπερ ἐγίγνετο, κάλλιστα, ὤκνει ὡς δὴ μανθάνων καὶ ἀκούων τῶν περὶ φιλοσοφίαν λόγων οἰκειοῦσθαι καὶ ἐμοὶ συγγίγνεσθαι, φοβούμενος τοὺς τῶν διαβαλλόντων λόγους, μή πῃ παραποδισθείη καὶ δίων δὴ πάντα εἰή διαπεπραγμένος.
(플라톤, Epistles, Letter 7 43:4)
ψυχὴν δὲ εἰς τὸ μέσον αὐτοῦ θεὶς διὰ παντός τε ἔτεινεν καὶ ἔτι ἔξωθεν τὸ σῶμα αὐτῇ περιεκάλυψεν, καὶ κύκλῳ δὴ κύκλον στρεφόμενον οὐρανὸν ἕνα μόνον ἔρημον κατέστησεν, δι ἀρετὴν δὲ αὐτὸν αὑτῷ δυνάμενον συγγίγνεσθαι καὶ οὐδενὸς ἑτέρου προσδεόμενον, γνώριμον δὲ καὶ φίλον ἱκανῶς αὐτὸν αὑτῷ.
(플라톤, Hippias Major, Hippias Minor, Ion, Menexenus, Cleitophon, Timaeus, Critias, Minos, Epinomis, Τίμαιος 103:1)
λέγει γὰρ τὸν Μίνων συγγίγνεσθαι ἐνάτῳ ἔτει τῷ Διὶ ἐν λόγοις καὶ φοιτᾶν παιδευθησόμενον ὡς ὑπὸ σοφιστοῦ ὄντος τοῦ Διός.
(플라톤, Hippias Major, Hippias Minor, Ion, Menexenus, Cleitophon, Timaeus, Critias, Minos, Epinomis, Μίνως 39:3)
εἰσὶ γὰρ ἐν τοῖς πολλοῖς ἄνθρωποι ἀεὶ θεῖοί τινες - οὐ πολλοί - παντὸς ἄξιοι συγγίγνεσθαι, φυόμενοι οὐδὲν μᾶλλον ἐν εὐνομουμέναις πόλεσιν ἢ καὶ μή, ὧν κατ ἴχνος ἀεὶ χρὴ τὸν ἐν ταῖς εὐνομουμέναις πόλεσιν οἰκοῦντα, ἐξιόντα κατὰ θάλατταν καὶ γῆν, ζητεῖν ὃς ἂν ἀδιάφθαρτος ᾖ, τὰ μὲν βεβαιούμενον τῶν νομίμων, ὅσα καλῶς αὐτοῖς κεῖται, τὰ δ ἐπανορθούμενον, εἴ τι παραλείπεται.
(플라톤, Laws, book 12 68:1)
ἔτι οἱό῀ς τε εἶ γυναικὶ συγγίγνεσθαι" ·
(플라톤, Republic, book 1 33:1)
εἰ οὖν δύο τοιούτω δακτυλίω γενοίσθην, καὶ τὸν μὲν ὁ δίκαιος περιθεῖτο, τὸν δὲ ὁ ἄδικος, οὐδεὶς ἂν γένοιτο, ὡς δόξειεν, οὕτως ἀδαμάντινος, ὃς ἂν μείνειεν ἐν τῇ δικαιοσύνῃ καὶ τολμήσειεν ἀπέχεσθαι τῶν ἀλλοτρίων καὶ μὴ ἅπτεσθαι, ἐξὸν αὐτῷ καὶ ἐκ τῆς ἀγορᾶς ἀδεῶς ὅτι βούλοιτο λαμβάνειν, καὶ εἰσιόντι εἰς τὰς οἰκίας συγγίγνεσθαι ὅτῳ βούλοιτο, καὶ ἀποκτεινύναι καὶ ἐκ δεσμῶν λύειν οὕστινας βούλοιτο, καὶ τἆλλα πράττειν ἐν τοῖς ἀνθρώποις ἰσόθεον ὄντα.?
(플라톤, Republic, book 2 37:2)

SEARCH

MENU NAVIGATION