- 문장 내 검색

헬라어 문장 내 검색 Language

ὡς δὲ πολὺ διεχόντων τῶν τειχῶν ἀπ ἀλλήλων παραταττόμενοι ὀλίγοι ἑαυτοῖς ἔδοξαν εἶναι, σταύρωμά τ ἐποιήσαντο καὶ τάφρον οἱάν ἐδύναντο πρὸ αὑτῶν, ἑώς δὴ οἱ σύμμαχοι βοηθήσοιεν αὐτοῖς.?
(크세노폰, Hellenica, Ἑλληνικῶν Δ, chapter 4 10:2)
καὶ τοὺς μὲν Σικυωνίους ἐκράτησαν καὶ διασπάσαντες τὸ σταύρωμα ἐδίωκον ἐπὶ θάλατταν, καὶ ἐκεῖ πολλοὺς αὐτῶν ἀπέκτειναν.
(크세노폰, Hellenica, Ἑλληνικῶν Δ, chapter 4 11:2)
οἱ δ αὖ Λακεδαιμόνιοι ὡς ᾔσθοντο κρατούμενα τὰ κατὰ τοὺς Σικυωνίους, βοηθοῦσιν ἐξελθόντες, ἐν ἀριστερᾷ ἔχοντες τὸ σταύρωμα.
(크세노폰, Hellenica, Ἑλληνικῶν Δ, chapter 4 12:2)
καὶ ὡς στρατεύματι δυοῖν ἡμέραιν ὁδὸν ἐν μιᾷ καθανύσας ἔφθασεν ὑπερβὰς τὸ κατὰ Σκῶλον σταύρωμα, πρὶν ἐλθεῖν τοὺς Θηβαίους ἀπὸ τῆς φυλακῆς, καθ ἣν τὸ πρόσθεν εἰσῆλθε.
(크세노폰, Hellenica, Ἑλληνικῶν Ε, chapter 4 58:2)
οἱ δὲ Θηβαῖοι ὑπελθόντες ἀντετάξαντο ἐπὶ Γραὸς στήθει, ὄπισθεν ἔχοντες τήν τε τάφρον καὶ τὸ σταύρωμα, νομίζοντες καλὸν εἶναι ἐνταῦθα διακινδυνεύειν:
(크세노폰, Hellenica, Ἑλληνικῶν Ε, chapter 4 59:1)
κατιδὼν δέ τινα λόφον ὁ Ἀρχίδαμος, δι οὗ τὸ ἔξω σταύρωμα περιεβέβληντο οἱ Ἀρκάδες, ἐνόμισεν ἑλεῖν ἂν τοῦτον, καὶ εἰ τούτου κρατήσειεν, οὐκ ἂν δύνασθαι μένειν τοὺς ὑπὸ τούτῳ πολιορκοῦντας.
(크세노폰, Hellenica, Ἑλληνικῶν Ζ?, chapter 4 30:1)

SEARCH

MENU NAVIGATION