- 문장 내 검색

헬라어 문장 내 검색 Language

τῶν δὲ κρίκων εἴχετο τοῦ μὲν ὁ ἁρ´παξ, σιδήριον καμπύλον, τοῦ δὲ καλῴδια πολλά, μηχαναῖς ἐπισπώμενα τὸν ἁρ´παγα, ὅτε τῆς πολεμίας νεὼς ἐκ καταπέλτου λάβοιτο.?
(아피아노스, The Civil Wars, book 5, chapter 12 10:7)
ὁμοιότατον πείθων ὥσπερ ἂν εἰ δυοῖν ἀνδροῖν ἑστώτων ἐπιὼν τὸν μέσον καὶ πρὸ αὑτοῦ τοῦτ ἀνέπειθεν, ὅτι δι αὐτοῦ τὸ σιδήριον ὤσας ἀποκτενεῖ τὸν ἕτερον, αὐτοῦ δὲ ἀφέξεται.
(아리스티데스, 아일리오스, 연설, συμμαχικὸς β πρὸς Θηβαίους περὶ τῆς συμμαχίας 13:11)
ἀλλ ὁ μὲν χαλκεὺς [ὡς χαλκεὺς] ἐξιώσει τὸ σιδήριον καὶ ὄργανα πρὸς τοῦτο ἕξει κατεσκευασμένα καὶ τὸ πινάκιον αὐτὸς σὺ πλυνεῖς, ὅταν μέλλῃς ἐσθίειν, ἐὰν μὴ ᾖς παντελῶς ἀκάθαρτος καὶ ῥυπαρός:
(에픽테토스, Works, book 4, Περὶ καθαριότητος. 13:2)
καίτοι, κἂν εἰ μηδὲν παρακέοιτ αὐτῷ σιδήριον, εἰς τὸν ἀέρα σκεδάννυται, μάλιστ εἰ καὶ θερμὸς ὑπάρχοι.
(갈레노스, On the Natural Faculties., ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΦΥΣΙΚΩΝ ΔΥΝΑΜΕΩΝ Α, section 1429)
καὶ τούτου μᾶλλον ἔτι, πῶς, ἵνα τὸ δεύτερον σιδήριον συναφθῇ τῷ πρώτῳ καὶ τῷ δευτέρῳ τὸ τρίτον κἀκείνῳ τὸ τέταρτον, ἅμα μὲν διεξέρχεσθαι χρὴ τοὺς πόρους ταυτὶ τὰ σμικρὰ καὶ ληρώδη ψήγματα, ἅμα δ ἀποπάλλεσθαι τοῦ μετ αὐτὸ τεταγμένου, καίτοι κατὰ πᾶν ὁμοίου τὴν φύσιν ὑπάρχοντος.
(갈레노스, On the Natural Faculties., ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΦΥΣΙΚΩΝ ΔΥΝΑΜΕΩΝ Α, section 1442)
Ἕτερος τρόπος ἰήσιος αἱμοῤῬοΐδων‧ καυστῆρα ποιήσασθαι, οἱο῀ν καλαμίσκον φραγμίτην‧ σιδήριον δὲ ἐναρμόσαι καλῶς ἁρμόζον‧ ἔπειτα τὸν αὐλίσκον ἐνθεὶς ἐς τὴν ἕδρην, διαφαῖνον τὸ σιδήριον καθιέναι, καὶ πυκνὰ ἐξαιρέειν, ἵνα μᾶλλον ἀνέχηται θερμαινόμενος‧ καὶ οὔτε ἕλκος ἕξει ὑπὸ τῆς θερμασίης, ὑγιέα τε ξηρανθέντα τὰ φλέβια.
(히포크라테스, Oeuvres Completes D'Hippocrate., ΠΕΡΙ ΑΙΜΟΡΡΟΙΔΩΝ., 6.1)
καίτοιγε εἰ προῄδη, οὐκ ἂν δοκῶ ὑμῖν καὶ θεράποντας παρασκευάσασθαι καὶ τοῖς φίλοις παραγγεῖλαι, ἵν ὡς ἀσφαλέστατα μὲν αὐτὸς εἰσῄα τί γὰρ ᾔδη εἴ τι κἀκεῖνος εἶχε σιδήριον·
(리시아스, Speeches, Ὑπὲρ τοῦ Ἐρατοσθένους φόνου ἀπολογία 52:1)
καὶ γὰρ παῖδα πατὴρ ἰδὼν ἐπιχειροῦντά τι σιδηρίῳ διελεῖν ἢ τεμεῖν, αὐτὸς λαβὼν τὸ σιδήριον ἐποίησε:
(플루타르코스, De cohibenda ira, section 10 4:4)
καὶ γὰρ παῖδ ἰδὼν πατὴρ ἐπιχειροῦντά τι σιδηρίῳ διελεῖν ἢ τεμεῖν, αὐτὸς λαβὼν τὸ σιδήριον ἐποίησε:
(플루타르코스, De cohibenda ira, section 10 14:1)
καὶ ὃς ἐὰν εἰσέλθῃ μετὰ τοῦ πλησίον εἰς τὸν δρυμὸν συναγαγεῖν ξύλα, καὶ ἐκκρουσθῇ ἡ χεὶρ αὐτοῦ τῇ ἀξίνῃ κόπτοντος τὸ ξύλον, καὶ ἐκπεσὸν τὸ σιδήριον ἀπὸ τοῦ ξύλου τύχῃ τοῦ πλησίον, καὶ ἀποθάνῃ, οὗτος καταφεύξεται εἰς μίαν τῶν πόλεων τούτων καὶ ζήσεται,
(70인역 성경, 신명기 19:5)
καὶ ἰδοὺ ὁ εἷς καταβάλλων τὴν δοκόν, καὶ τὸ σιδήριον ἐξέπεσεν εἰς τὸ ὕδωρ. καὶ ἐβόησεν. ὧ Κύριε, καὶ αὐτὸ κεκρυμμένον.
(70인역 성경, 열왕기 하권 6:5)
καὶ εἶπεν ὁ ἄνθρωπος τοῦ Θεοῦ. ποῦ ἔπεσε; καὶ ἔδειξεν αὐτῷ τὸν τόπον. καὶ ἀπέκνισε ξύλον καὶ ἔρριψεν ἐκεῖ, καὶ ἐπεπόλασε τὸ σιδήριον.
(70인역 성경, 열왕기 하권 6:6)
ἐὰν ἐκπέσῃ τὸ σιδήριον, καὶ αὐτὸς πρόσωπον ἐτάραξε, καὶ δυνάμεις δυναμώσει, καὶ περισσεία τοῦ ἀνδρείου σοφία.?
(70인역 성경, 코헬렛 10:10)

SEARCH

MENU NAVIGATION