- 문장 내 검색

헬라어 문장 내 검색 Language

καίτοι τὰ μὲν σά, ὦ χρυσοκόμη, μέτρια, εἰ Πάνθου υἱὸς ὢν ἐτίμας τὸ χρυσίον ὁ δὲ πάντων θεῶν πατὴρ καὶ ἄνδρων, ὁ Κρόνου καὶ Ῥέας, ὁπότε ἠράσθη τῆς Ἀργολικῆς ἐκείνης μείρακος, οὐκ ἔχων εἰς ὅ τι ἐρασμιώτερον αὑτὸν μεταβάλοι οὐδὲ ὅπως ἂν ^ διαφθείρειε τοῦ Ἀκρισίου τὴν φρουράν - ἀκούεις δήπου ὡς χρυσίον ἐγένετο καὶ ῥυεὶς διὰ τοῦ τέγους συνῆν τῇ ἀγαπωμένῃ.?
(루키아노스, Gallus, (no name) 13:5)
καὶ πλεονεξίᾳ πρὸς ταύτην ῥυεὶς τὴν ἀδικίαν, ἀλλ ἐπαρθεὶς ἔρωτι δόξης ἔτι νέος καὶ λόγους ψευδεῖς καὶ κενοὺς λεγομένους περὶ τυραννίδος, ὡς μακαρίου καὶ θαυμαστοῦ πράγματος, εἰς μέγα φρόνημα παραδεξάμενος ἀνοήτως, καὶ καταστήσας ἑαυτὸν τύραννον ταχὺ μεστὸς ἦν τῆς ἐκ μοναρχίας βαρύτητος.
(플루타르코스, Aratus, chapter 30 1:2)
ἐν δὲ Μουτίνῃ τῆς Γαλατίας ἀντεκάθητο τῷ Βρούτῳ συχνὸν χρόνον ἐν ᾧ Λέπιδος ἐπὶ τὴν Ῥώμην ῥυεὶς καὶ προσκαθήμενος ἔξωθεν ὑπατείαν ᾔτει δευτέραν, ὄχλῳ πολλῷ δεδιττόμένος τοὺς ἔνδον.
(플루타르코스, Pompey, chapter 16 3:2)
δῆλον δ ὅτι οὐδ ὁ Εὐφράτης, ᾧ τὸ ἑσπέριον ἀφορίζει πλευρόν, σύνεγγύς ἐστιν εὐθείᾳ γραμμῇ, ἀλλ ἀπὸ τῶν ὀρῶν ἐπὶ τὴν μεσημβρίαν ῥυεὶς εἶτ ἐπιστρέφει πρὸς ἑώ καὶ πάλιν πρὸς νότον μέχρι τῆς εἰς θάλατταν ἐκβολῆς.
(스트라본, 지리학, book 2, chapter 1 44:5)
παραπλησίως μέντοι τῷ Ἄνᾳ κατ ἀρχὰς ἐπὶ τὴν ἑσπέραν ῥυεὶς εἶτ ἐπιστρέφει πρὸς νότον καὶ κατὰ τὴν αὐτὴν ἐκδίδωσι τούτῳ παραλίαν.
(스트라본, 지리학, book 3, chapter 1 12:6)
ῥυεὶς δ οὗτος παρὰ Κήναβον, τὸ τῶν Καρνούτων ἐμπόριον κατὰ μέσον που τὸν πλοῦν συνοικούμενον, ἐκβάλλει πρὸς τὸν ὠκεανόν.
(스트라본, 지리학, book 4, chapter 2 6:3)
ἡ μὲν οὖν τῶν Λατίνων χώρα μεταξὺ κεῖται τῆς τε ἀπὸ τῶν Ὠστίων παραλίας μέχρι πόλεως Σινοέσσης καὶ τῆς Σαβίνης τὰ δ Ὤστια ἐστὶν ἐπίνειον τῆς Ῥώμης, εἰς ὃ ἐκδίδωσιν ὁ Τίβερις παρ αὐτὴν ῥυείς, ἐκτείνεται δὲ ἐπὶ μῆκος μέχρι τῆς Καμπανίας καὶ τῶν Σαυνιτικῶν ὀρῶν:
(스트라본, 지리학, book 5, chapter 2 2:7)
ὁ μὲν οὖν Εὐρώτας κατὰ τὴν ἀρχὴν τῆς Βλεμινάτιδος ἀναδείξας τὸ ῥεῖθρον, παρ αὐτὴν τὴν Σπάρτην ῥυεὶς καὶ διεξιὼν αὐλῶνά τινα μακρὸν κατὰ τὸ Ἕλος, οὗ μέμνηται καὶ ὁ ποιητής, ἐκδίδωσι μεταξὺ Γυθείου τοῦ τῆς Σπάρτης ἐπινείου καὶ Ἀκραίων.
(스트라본, 지리학, Book 8, chapter 3 24:11)
μέγιστος δ ἐστὶ ποταμῶν τῶν ἐντὸς Ἰσθμοῦ καίπερ οὐ πλείους ἢ ἑκατὸν σταδίους ἐκ τῶν πηγῶν ῥυεὶς δαψιλὴς τῷ ὕδατι διὰ τοῦ Μεσσηνιακοῦ πεδίου καὶ τῆς Μακαρίας καλουμένης:
(스트라본, 지리학, Book 8, chapter 4 12:7)
δι Ἐλατείας δὲ ῥυεὶς μεγίστης τῶν ἐν Φωκεῦσι πόλεων, καὶ διὰ Παραποταμίων καὶ Φανοτέων ὁμοίως Φωκικῶν πολισμάτων, εἰς Χαιρώνειαν τῆς Βοιωτίας πρόεισιν, εἶτα διὰ τῆς Ὀρχομενίας καὶ τῆς Κορωνειακῆς εἰς τὴν Κωπαΐδα λίμνην ἐξίησι:
(스트라본, 지리학, Book 9, chapter 2 33:2)
ὁ δ Ἐνιπεὺς ἀπὸ τῆς Ὄθρυος παρὰ Φάρσαλον ῥυεὶς εἰς τὸν Ἀπιδανὸν παραβάλλει, ὁ δ εἰς τὸν Πηνειόν.
(스트라본, 지리학, Book 9, chapter 5 8:13)
ὧν ὁ Κουράλιος ῥυεὶς παρὰ τὸ τῆς Ἰτωνίας Ἀθηνᾶς ἱερὸν εἰς τὸν Πηνειὸν ἐξίησιν, αὐτὸς δ ὁ Πηνειὸς ἄρχεται μὲν ἐκ Πίνδου, καθάπερ εἴρηται, ἐν ἀριστερᾷ δ ἀφεὶς Τρίκκην τε καὶ Πελινναῖον καὶ Φαρκαδόνα φέρεται παρά τε Ἄτρακα καὶ Λάρισαν, καὶ τοὺς ἐν τῇ Θετταλιώτιδι δεξάμενος ποταμοὺς πρόεισι διὰ τῶν Τεμπῶν ἐπὶ τὰς ἐκβολάς.
(스트라본, 지리학, Book 9, chapter 5 25:16)
ἔχει δὲ τὰς πηγὰς ἐν αὐτῷ τῷ Πόντῳ, ῥυεὶς δὲ διὰ πόλεως μέσης Κομάνων τῶν Ποντικῶν καὶ διὰ τῆς Δαζιμωνίτιδος εὐδαίμονος πεδίου πρὸς δύσιν, εἶτ ἐπιστρέφει πρὸς τὰς ἄρκτους παρ αὐτὰ τὰ Γαζίουρα, παλαιὸν βασίλειον, νῦν δ ἔρημον:
(스트라본, 지리학, Book 12, chapter 3 30:5)
τὸ πλέον δ οὗτος ὑπὸ γῆς ῥυεὶς εἶτ ἀνακύψας συνέπεσεν εἰς ταὐτὸ τοῖς ἄλλοις ποταμοῖς, ἐμφαίνων ἅμα καὶ τὸ πολύτρητον τῆς χώρας καὶ τὸ εὔσειστον:
(스트라본, 지리학, Book 12, chapter 8 26:6)
οὗτος μὲν οὖν καταβὰς ἐκ τῆς ὀρεινῆς, ἐπειδὰν ἅψηται τῶν πεδίων ἐπιστρέψας πρὸς ἑώ καὶ ῥυεὶς παρὰ τὰ Παλίβοθρα μεγίστην πόλιν πρόεισιν ἐπὶ τὴν ταύτῃ θάλατταν καὶ μίαν ἐκβολὴν ποιεῖται, μέγιστος ὢν τῶν κατὰ τὴν Ἰνδικὴν ποταμῶν:?
(스트라본, 지리학, book 15, chapter 1 26:3)

SEARCH

MENU NAVIGATION