- 문장 내 검색

헬라어 문장 내 검색 Language

ἡ δ ἐνὶ γαίῃ σαρκὶ νεοτμήτῳ ἐναλιγκίη ἔπλετο ῥίζα.?
(아폴로도로스, 아르고나우티카, book 3 14:28)
ἐπιπλάσματα τῇσι σκληρίῃσι καὶ τῇσι ἐντάσεσι τῶν μερέων ἐπιθετέον· ὕλη δὲ, λίνου σπέρμα, τῆλις, ἄλφιτον κρίθινον, μέλι, ἔλαιον ἔνθα πήγανον ἢ ἄνηθον ἐζέσθη, ἀλθαίης Ῥίζα κοπεῖσα καὶ ἐν μελικρήτῳ ἑψηθεῖσα, ὡς κηροειδὴς γενέσθαι· ἔστω δὲ εὐαφέα καὶ προσηνέα τῇ ξυστάσι.
(아레타이오스, The Extant Works of Aretaeus, The Cappadocian., ARETAIOU KAPPADOKOU OCEWN NOUSWN QERAPEUTIKON, Κεφ. ι. Θεραπεία Πλευρίτιδος.183)
ἄριστον δὲ καὶ χαλκῖτις ὀπτὴ ξὺν καδμίῃ λείῃ ξὺν ὄξεϊ· ἔστω δὲ μοίρης διπλάσιον τῆς καδμίης, καὶ Ῥήου ἡ Ῥίζα ξύν τινι ὑγρῷ.
(아레타이오스, The Extant Works of Aretaeus, The Cappadocian., ARETAIOU KAPPADOKOU OCEWN NOUSWN QERAPEUTIKON, Κεφ. ι. Θεραπεία Πλευρίτιδος.338)
δυνατωτέρη δὲ τῶνδε τοῦ Ῥήου ἡ Ῥίζα, ἐμψῦξαι, ξηρῆναι, στῦψαι, τὰ πάντα ποιῆσαι· ἀτὰρ καὶ ἥδε ξὺν τῷ ὀξυκρήτῳ μούνῳ· ἢν δὲ μεζόνων ἀρήγειν χρέος, τοῖσι χυλοῖσι σέριδος, ξὺν ἀρνογλώσσῳ , τῆς Ῥίζης ἐμπάσσειν ὁλκῆς τριώβολον, ἐς κυάθους τοῦ ὑγροῦ τρεῖς ἢ τέσσαρας.
(아레타이오스, The Extant Works of Aretaeus, The Cappadocian., ARETAIOU KAPPADOKOU OCEWN NOUSWN QERAPEUTIKON, Κεφ. ια. Θεραπεία Σατυριάσεως.79)
εἴδη δὲ πταρμικῶν μὲν πέπερι, στρουθίου ἡ Ῥίζα, κάστορος ὄρχις· τάδε καὶ ξυνῆ· ἐς λεπτὰ δὲ κόψαντα καὶ σήσαντα καλάμῳ ἐμφυσῆν ἢ καυλῷ πτεροῦχηνὸς παχέϊ.
(아레타이오스, The Extant Works of Aretaeus, The Cappadocian., ARETAIOU KAPPADOKOU XRONIWN NOUSWN QERAPEUTIKON, Κεφ. ιδ. Θεραπεία Σπληνός.30)
ὧδε γάρ σοι ἡ τροφὴ ἑδραίη μένει· φάρμακα δὲ τῶν ἀναγκαίων καθαρτήρια , πίτυος καρπὸς καὶ κνίδης, τῶν σπερμάτων τοῦ κοκκάλου, καὶ πεπέριος, ἀμυγδάλων αἱ πικραὶ, καὶ μέλι ᾖ τῷδε ἡ ξύστασις· ἢν δὲ ξηρῆναι θέλῃς, ἄριστον σμύρνα, καὶ ἴρεως ἡ Ῥίζα, καὶ τὸ διὰ τῶν θηρίων φάρμακον , καὶ ἡ τοῦ Βηστίνου, καὶ Μιθριδάτου , καὶ ἄλλαι μυρίαι· ἐπιθήματα δὲ, ἡ τῶν ἐπιπλασμά των ὕλη, μελίλωτον, καὶ μήκωνες, καὶ τερμίνθου δάκρυον, καὶ ὕσσωπον, καὶ λίπας τὸ ἀπὸ Ῥόδων, ἢ τῆς οἰνάνθης.
(아레타이오스, The Extant Works of Aretaeus, The Cappadocian., ARETAIOU KAPPADOKOU XRONIWN NOUSWN QERAPEUTIKON, Κεφ. ιδ. Θεραπεία Σπληνός.219)
χρὴ δὲ καὶ ἐπὶ τῇσι ἄλλῃσι ἐκροῇσι παντοίην μελέτην τοῦ στομάχου ποιέεσθαι· ὅδε γὰρ ἡ πάντων φαρμάκων ὁδός· μεμνῆσθαι δὲ καὶ τοῦ ἥπατος χρεὼν, ἔνθα τῶν ἐλκέων ἐστὶ ἡ Ῥίζα.
(아레타이오스, The Extant Works of Aretaeus, The Cappadocian., ARETAIOU KAPPADOKOU XRONIWN NOUSWN QERAPEUTIKON, Κεφ. ιδ. Θεραπεία Σπληνός.253)
ἀτὰρ καὶ ἡ σιδηρῖτις ἄπονος ξὺν ἄρτῳ, καὶ βρύον, καὶ συμφύτου Ῥίζα, καὶ πεντάφυλλος ἡ βοτάνη, καὶ πράσιος ἡ τοῖσι φύλλοισι λεπτή.
(아레타이오스, The Extant Works of Aretaeus, The Cappadocian., ARETAIOU KAPPADOKOU XRONIWN NOUSWN QERAPEUTIKON, Κεφ. ιγ. Θεραπεία Ἐλέφαντος.78)
ἄριστον δὲ ἄρτος ἐκ κριθῶν, καὶ τάριχος ὡραῖος, καὶ σμικρόν τι μαλάχης ἢ κράμβης ἡμίεφθον, ξὺν κυμίνου ἐμβάμματι· ἐς δὲ δεῖπνον, σταφυλίνου ἡ Ῥίζα, καὶ χόνδροι, ξὺν τῷ οἴνῳ καὶ τῷ μέλιτι παλαίῳ τὴν μῖξιν, καὶ τὰ θαλάσσια, ὁκόσα τὴν γαστέρα ὑπολύει, τελλίνων ζωμοὶ, ὄστρεα, ἐχῖνοι καὶ τῶν ἰχθύων οἱ πετραῖοι · χερσαίων δὲ, τὰ θηρία, λαγώς, ἢ σῦς.
(아레타이오스, The Extant Works of Aretaeus, The Cappadocian., ARETAIOU KAPPADOKOU XRONIWN NOUSWN QERAPEUTIKON, Κεφ. ιγ. Θεραπεία Ἐλέφαντος.120)
εἰ δὴ πάντα τὰ φυσικὰ ὁμοίως τῷ σιμῷ λέγονται, οἱο῀ν ῥὶς ὀφθαλμὸς πρόσωπον σὰρξ ὀστοῦν, ὅλως ζῷον, φύλλον ῥίζα φλοιός, ὅλως φυτόν οὐθενὸς γὰρ ἄνευ κινήσεως ὁ λόγος αὐτῶν, ἀλλ ἀεὶ ἔχει ὕλην, δῆλον πῶς δεῖ ἐν τοῖς φυσικοῖς τὸ τί ἐστι ζητεῖν καὶ ὁρίζεσθαι, καὶ διότι καὶ περὶ ψυχῆς ἐνίας θεωρῆσαι τοῦ φυσικοῦ, ὅση μὴ ἄνευ τῆς ὕλης ἐστίν.
(아리스토텔레스, 형이상학, Book 6 12:1)
"ἐν τῇ Βιθυνῶν γῇ γίνεται ἡ χαμαικέρασος, ἧς ἡ μὲν ῥίζα ἐστὶν οὐ μεγάλη, ἀλλ οὐδὲ τὸ δένδρον, ἀλλὰ τῇ ῥοδῇ ἴσον, ὁ δὲ καρπὸς τὰ μὲν ἄλλα πάντα κεράσῳ ὅμοιος, τοὺς δὲ πλείονι χρησαμένους καθότι οἶνος βαρύνει τε καὶ ἀλγεῖν τὴν κεφαλὴν τίθησι.
(아테나이오스, The Deipnosophists, Book 2, book 2, chapter 352)
καὶ ὁ Ἐπίκουρος δέ φησιν ἀρχὴ καὶ ῥίζα παντὸς ἀγαθοῦ ἡ τῆς γαστρὸς ἡδονή:
(아테나이오스, The Deipnosophists, Book 12, book 12, chapter 67 1:2)
"ἡ δὲ ῥίζα παχυτέρα καλάμου τοῦ παχυτάτου καὶ διαφύσεις ὁμοίας ἔχουσα τῷ καυλῷ.
(아테나이오스, The Deipnosophists, Book 3, book 3, chapter 2 1:7)
"ἡ τοῦ κυάμου τοῦ Αἰγυπτίου ῥίζα, ἥτις λέγεται κολοκάσιον, εὔστομὸς τέ ἐστι καὶ τρόφιμος, δυσέκκριτος δὲ διὰ τὸ παραστύφειν κρεῖττον δ ἐστὶ τὸ ἥκιστα ἐριῶδες.
(아테나이오스, The Deipnosophists, Book 3, book 3, chapter 2 2:1)
διήκει δ ἐκ τούτου ἡ σὰρξ μέχρι μέσου τοῦ κόγχου οἱονεὶ ῥίζα, παρ ἣν ἡ μαργαρῖτις γεννωμένη αὔξεται διὰ τοῦ στερεοῦ τῆς κόγχης καὶ τρέφεται ὅσον ἂν ᾖ προσπεφυκυῖα χρόνον.?
(아테나이오스, The Deipnosophists, Book 3, book 3, chapter 46 2:5)

SEARCH

MENU NAVIGATION