- 문장 내 검색

헬라어 문장 내 검색 Language

στείχει δ ἰούλος ἄρτι διὰ παρηίδων, ὡρ´ας φυούσης, ταρφὺς ἀντέλλουσα θρίξ.?
(아이스킬로스, 테바이를 공격한 일곱 장수, choral, antistrophe 2 1:5)
οὐ πονέει μὲν γὰρ θρὶξ, οὐδ ἂν τέμνῃ τις ἢ θλίβῃ· ἢν δὲ ἐξ ἑωυτέων πονῇ, οὐδὲ ἕτερον ἀλγέει τοῦδε δυνατώτερον, οὐ σιδηρὰ σφίγγοντα, οὐ δεσμὰ, οὐ τιτρῶσκον ξίφος, οὐ καῖον πῦρ.
(아레타이오스, The Extant Works of Aretaeus, The Cappadocian., ΑΡΕΤΑΙΟΥ ΚΑΠΠΑΔΟΚΟΥ ΠΕΡΙ ΑΙΤΙΩΝ ΚΑΙ ΣΗΜΕΙΩΝ ΧΡΟΝΙΩΝ ΠΑΘΩΝ, Κεφ. ιγ. Περὶ Ἐλέφαντος.305)
τὸ γὰρ ἐξ αὐτοῦ οἰκεῖον τῷ ἀφ οὗ, οἱο῀ν ὀδοὺς θρὶξ ὁτιοῦν τῷ ἔχοντι:
(아리스토텔레스, 니코마코스 윤리학, Book 8 123:2)
οὐδὲ τὸ ὄντα ἔστω στιλπνὰ καὶ καθαρά, καὶ ἡ θρίξ, εἴτε οὖν τοῦ δασέος γένους εἴτε τοῦ ψιλοῦ τύχοιεν αἱ κύνες, λεπτὴ ἔστω καὶ πυκνὴ καὶ μαλθακή.
(아리아노스, Cynegeticus, chapter 6 1:2)
Ὁκόσον δὴ, σηπομένης τῆς σύριγγος, χαλᾶτα τοῦ ὠμολίνου, τοῦτο ἐπιτείνειν καὶ ἐπιστρέφειν αἰεὶ καθ ἑκάστην ἡμέρην‧ ἢν δέ σοι τὸ ὠμόλινον διασαπῇ πρόσθεν ἢ τὴν σύριγγα διαβρωθῆναι, πρὸς τὴν τρίχα προσάψας ἕτερον ὠμόλινον διεῖναι καὶ ἀφάψαι ἡ γὰρ θρὶξ διὰ τοῦτο παραβάλλεται τῷ ὠμολίνῳ ὅτι ἄσηπτός ἐστιν᾿‧ ἐπὴν δὲ διασαπῇ ἡ σύριγξ, τάμνεσθαι χρὴ σπόγγον μαλακὸν ὡς λεπτότατον προστεθέντα‧ ἔπειτα ἐς μὲν τὴν σύριγγα ἄνθος χαλκοῦ ὀπτὸν συχνὸν τῇ μήλῃ ἐνθεῖναι, τὸν δὲ σπόγγον ἀλεῖψαι μέλιτι, καὶ ὑποβαλὼν μέσον τῷ λιχανῷ δακτύλῳ τῆς ἀριστερῆς χειρὸς ὦσαι πρόσω, καὶ προσθεὶς ἕτερον σπόγγον ἀναδῆσαι τὸν αὐτὸν τρόπον, ὅν περ καὶ ἐπὶ τῇσιν αἱμοῤῬοΐσιν‧ τῇ δὲ αὔριον ἀπολύσας, περινίψαι ὕδατι θερμῷ, καὶ σπόγγῳ τῷ δακτύλῳ τῆς ἀριστερῆς χειρὸς πειρᾷν διακαθαίρειν τὴν σύριγγα, καὶ αὖθις πάλιν τὸ ἄνθος ἐπιδῆσαι‧ ταῦτα ποιέειν ἑπτὰ ἡμέρας, ἐν ταύτῃσι γὰρ μάλιστα ὁ χιτὼν τῆς σύριγγος ἐκσήπεται‧ τὸ δὲ λοιπὸν, ἔστ ἂν ὑγιανθῇ, τουτέῳ ἐπιδεῖν‧ κατὰ γὰρ τοῦτον τὸν τρόπον ὑπὸ τοῦ σπόγγου διαναγκαζομένη καὶ ἀναπτυσσομένη ἡ σύριγξ οὔτε πάλιν ξυμπέσοι ἂν, οὔτε τὸ μὲν αὐτῆς ὑγιανθείη ἂν, τὸ δὲ πάλιν ξυμπληρωθείη, ἀλλ ἐν ἑωυτῇ πᾶσα ὑγιὴς ἔσται.
(히포크라테스, Oeuvres Completes D'Hippocrate., ΠΕΡΙ ΣΥΡΙΓΓΩΝ., 4.2)
Ῥίγεα ἄρχεται, γυναιξὶ μὲν ἐξ ὀσφύος μᾶλλον καὶ διὰ νώτου ἐς κεφαλήν‧ ἀτὰρ καὶ ἀνδράσι μᾶλλον ὄπισθεν, ἢ ἔμπροσθεν τοῦ σώματος, οἱο῀ν ἀπὸ πήχεων καὶ μηρῶν‧ ἀτὰρ καὶ τὸ δέρμα ἀραιὸν ἔχουσι, δηλοῖ δὲ τοῦτο ἡ θρίξ.
(히포크라테스, Oeuvres Completes D'Hippocrate., AFORISMOI., 72.69)
καὶ θρὶξ ἐκ τῆς κεφαλῆς ὑμῶν οὐ μὴ ἀπόληται.
(ΚΑΤΑ ΛΟΥΚΑΝ, chapter 14 321:1)
οὐδενὸς γὰρ ὑμῶν θρὶξ ἀπὸ τῆς κεφαλῆς ἀπολεῖται.
(πράξεις ἀποστόλων, chapter 19 322:2)
καὶ κατὰ ταῦτα δὴ τὰ πάθη τὸ τριχῶν γένος ἐν τῷ δέρματι πέφυκεν, συγγενὲς μὲν ἱμαντῶδες ὀ`ν αὐτοῦ, σκληρότερον δὲ καὶ πυκνότερον τῇ πιλήσει τῆς ψύξεως, ἣν ἀποχωριζομένη δέρματος ἑκάστη θρὶξ ψυχθεῖσα συνεπιλήθη.
(플라톤, Hippias Major, Hippias Minor, Ion, Menexenus, Cleitophon, Timaeus, Critias, Minos, Epinomis, Τίμαιος 384:1)
φήσαι τις ἄν, οὐκ ἀκούομεν ἐν κωμῳδίᾳ στρατιώτου λέγοντος λευκή με θρὶξ ἀπόμισθον ἐντεῦθεν ποιεῖ·
(플루타르코스, An seni respublica gerenda sit, chapter, section 102)
καὶ ἐκ ταύτης τῆς τροφῆς τρέφεται θρὶξ φλὲψ ἀρτηρία νεῦρα ὀστᾶ καὶ τὰ λοιπὰ μόρια.
(위 플루타르코스, Placita Philosophorum, book 1, chapter 3 14:2)
καὶ ὄψεται ὁ ἱερεὺς τὴν ἁφὴν ἐν δέρματι τοῦ χρωτὸς αὐτοῦ, καὶ ἡ θρὶξ ἐν τῇ ἁφῇ μεταβάλῃ λευκή, καὶ ἡ ὄψις τῆς ἁφῆς ταπεινὴ ἀπὸ τοῦ δέρματος τοῦ χρωτός, ἁφὴ λέπτρας ἐστί. καὶ ὄψεται ὁ ἱερεύς, καὶ μιανεῖ αὐτόν.
(70인역 성경, 레위기 13:3)
ἐὰν δὲ τηλαυγὴς λευκὴ ᾖ ἐν τῷ δέρματι τοῦ χρωτὸς αὐτοῦ, καὶ ταπεινὴ μὴ ᾖ ἡ ὄψις αὐτῆς ἀπὸ τοῦ δέρματος, καὶ ἡ θρὶξ αὐτοῦ οὐ μετέβαλε τρίχα λευκήν, αὐτὴ δέ ἐστιν ἀμαυρά, καὶ ἀφοριεῖ ὁ ἱερεὺς τὴν ἁφὴν ἑπτὰ ἡμέρας.
(70인역 성경, 레위기 13:4)
καὶ ὄψεται ὁ ἱερεύς, καὶ ἰδοὺ ἡ ὄψις ταπεινοτέρα τοῦ δέρματος, καὶ ἡ θρὶξ αὐτῆς μετέβαλεν εἰς λευκήν, καὶ μιανεῖ αὐτὸν ὁ ἱερεύς, ὅτι λέπρα ἐστίν, ἐν τῷ ἕλκει ἐξήνθησεν.
(70인역 성경, 레위기 13:20)
ἐὰν δὲ ἴδῃ ὁ ἱερεύς, καὶ ἰδοὺ οὐκ ἔστιν ἐν αὐτῷ θρὶξ λευκή, καὶ ταπεινὸν μὴ ᾖ ἀπὸ τοῦ δέρματος τοῦ χρωτός, καὶ αὐτὴ ᾖ ἀμαυρά, καὶ ἀφοριεῖ αὐτὸν ὁ ἱερεὺς ἑπτὰ ἡμέρας.?
(70인역 성경, 레위기 13:21)

SEARCH

MENU NAVIGATION