- 문장 내 검색

헬라어 문장 내 검색 Language

οὗτοι καὶ πρὸς ἀνθρώπους ὑβρισταὶ γενόμενοι καὶ πρὸς τὸ θεῖον ἀσεβεῖς οὐδενὸς ἀπείχοντο παρανομήματος, καὶ τὰ μὲν ἐφέροντο τῶν γερῶν κατὰ τιμήν, ἃ δ ἐλάμβανον αὐτοῖς ἁρπαγῆς τρόπῳ, γυναῖκάς τε τὰς ἐπὶ θρησκείᾳ παραγινομένας ὕβριζον φθοραῖς ταῖς μὲν βίαν προσφέροντες τὰς δὲ δώροις ὑπαγόμενοι:?
(플라비우스 요세푸스, Antiquitates Judaicae, Book 5 439:1)
ἔνθα τινὸς Λευΐτου τὸ γένος Ἀμιναδάβου δόξαν ἔχοντος ἐπὶ δικαιοσύνῃ καὶ θρησκείᾳ καταβιοῦντος εἰς οἰκίαν τὴν κιβωτὸν ἤγαγον, ὥσπερ εἰς πρέποντα τῷ θεῷ τόπον ἐν ᾧ κατῴκει δίκαιος ἄνθρωπος.
(플라비우스 요세푸스, Antiquitates Judaicae, Book 6 23:1)
ταύτης δὲ τῆς ἐπιφανείας γενομένης ὁ μὲν λαὸς δήλωσιν εἶναι τοῦτ εἰκάσας τῆς ἐν τῷ ναῷ τοῦ θεοῦ διατριβῆς ἐσομένης καὶ ἡσθεὶς προσεκύνει πεσὼν ἐπὶ τοὔδαφος, ὁ δὲ βασιλεὺς εὐλογεῖν τε ἤρξατο καὶ τὸ πλῆθος ταὐτὸ ποιεῖν παρώρμα δείγματα μὲν ἔχοντας ἤδη τῆς τοῦ θεοῦ πρὸς αὐτοὺς εὐμενείας, εὐχομένους δὲ τοιαῦτα ἀποβαίνειν ἀεὶ τὰ παρ ἐκείνου, καὶ τὴν διάνοιαν αὐτοῖς καθαρὰν ἀπὸ πάσης φυλάττεσθαι κακίας ἐν δικαιοσύνῃ καὶ θρησκείᾳ καὶ τῷ τὰς ἐντολὰς τηρεῖν ἃς διὰ Μωυσέος αὐτοῖς ἔδωκεν ὁ θεὸς διαμενούσας:
(플라비우스 요세푸스, Antiquitates Judaicae, Book 8 150:1)
καὶ τὴν πόλιν δὲ παντὸς ἐκάθηραν μιάσματος εἰδώλων, τάς τε καθημερινὰς θυσίας ὁ βασιλεὺς ἐκ τῶν ἰδίων ἐπιτελεῖσθαι διέταξε κατὰ τὸν νόμον, καὶ τοῖς ἱερεῦσι καὶ Ληουίταις τὰς δεκάτας ὡρ´ισε παρὰ τοῦ πλήθους δίδοσθαι καὶ τὰς ἀπαρχὰς τῶν καρπῶν, ἵν ἀεὶ τῇ θρησκείᾳ παραμένωσι καὶ τῆς θεραπείας ὦσιν ἀχώριστοι τοῦ θεοῦ.
(플라비우스 요세푸스, Antiquitates Judaicae, Book 9 337:1)
ἐποικοδομήσας δὲ καὶ τῷ θυσιαστηρίῳ βωμὸν ὁ βασιλεὺς σύας ἐπ αὐτοῦ κατέσφαξε, θυσίαν οὐ νόμιμον οὐδὲ πάτριον τῇ Ιοὐδαίων θρησκείᾳ ταύτην ἐπιτελῶν.
(플라비우스 요세푸스, Antiquitates Judaicae, Book 12 293:1)
ἔτυχεν δὲ ταῦτα κατὰ τὴν αὐτὴν ἡμέραν γίνεσθαι, καθ ἣν καὶ μετέπεσεν αὐτῶν ἡ ἅγιος θρησκεία εἰς βέβηλον καὶ κοινὴν συνήθειαν μετὰ ἔτη τρία:
(플라비우스 요세푸스, Antiquitates Judaicae, Book 12 373:1)
ἡ δὲ τῶν ἀρχομένων εὐσέβεια καὶ θρησκεία τοῦ παντὸς ἔθνους ἠνέσχετο ἂν πατροκτόνους ἐπὶ τῶν πραγμάτων εἶναι καὶ εἰς τὸν ἁγιώτατον ὑπὸ σοῦ κατασκευασθέντα ναὸν εἰσιέναι.
(플라비우스 요세푸스, Antiquitates Judaicae, Book 16 132:3)
κάτεισιν δὲ πληθὺς ἀναρίθμητος ἐκ τῆς χώρας ἤδη δὲ καὶ ἐκ τῆς ὑπερορίας ἐπὶ θρησκείᾳ τοῦ θεοῦ, καὶ οἱ νεωτερισταὶ τοὺς περὶ τὸν Ιοὔδαν τε καὶ Ματθίαν ἐξηγητὰς τῶν νόμων ὀδυρόμενοι συστάντες ἐν τῷ ἱερῷ τροφῆς ηὐποροῦντο τοῖς στασιασταῖς οὐκ ὀ`ν ἐν αἰσχύνῃ μεταιτεῖν αὐτούς.
(플라비우스 요세푸스, Antiquitates Judaicae, Book 17 258:1)
ἐνστάσης δὲ τῆς πεντηκοστῆς, οὕτω καλοῦσίν τινα ἑορτὴν Ιοὐδαῖοι παρ ἑπτὰ γινομένην ἑβδομάδας καὶ τὸν ἀριθμὸν τῶν ἡμερῶν προσηγορίαν ἔχουσαν, οὐχ ἡ συνήθης θρησκεία συνήγαγεν τὸν δῆμον, ἀλλ ἡ ἀγανάκτησις.
(플라비우스 요세푸스, De bello Judaico libri vii, Φλαυίου Ιὠσήπου ἱστορία Ιοὐδαϊκοῦ πολέμου πρὸς Ῥωμαίους λόγος β. 56:1)
ἐδεδοίκεισαν δὲ τὰς ἑαυτῶν γυναῖκας ἁπάσας πλὴν ὀλίγων ὑπηγμένας τῇ Ιοὐδαϊκῇ θρησκείᾳ:
(플라비우스 요세푸스, De bello Judaico libri vii, Φλαυίου Ιὠσήπου ἱστορία Ιοὐδαϊκοῦ πολέμου πρὸς Ῥωμαίους λόγος β. 705:2)
Εἴ τις δοκεῖ θρησκὸς εἶναι μὴ χαλιναγωγῶν γλῶσσαν ἑαυτοῦ ἀλλὰ ἀπατῶν καρδίαν ἑαυτοῦ, τούτου μάταιος ἡ θρησκεία.
(IAKWBOU, chapter 1 29:1)
θρησκεία καθαρὰ καὶ ἀμίαντος παρὰ τῷ θεῷ καὶ πατρὶ αὕτη ἐστίν, ἐπισκέπτεσθαι ὀρφανοὺς καὶ χήρας ἐν τῇ θλίψει αὐτῶν, ἄσπιλον ἑαυτὸν τηρεῖν ἀπὸ τοῦ κόσμου.
(IAKWBOU, chapter 1 30:1)
ἡ γὰρ τῶν ἀνωνύμων εἰδώλων θρησκεία παντὸς ἀρχὴ κακοῦ καὶ αἰτία καὶ πέρας ἐστίν.
(70인역 성경, 지혜서 14:27)
ἐγὼ πρὶν ἄρξασθαι τῶν κατὰ σοῦ βασάνων, ὦ πρεσβῦτα, συμβουλεύσαιμ ἄν σοι ταῦτα, ὅπως ἀπογευσάμενος τῶν ὑείων σώζοιο. αἰδοῦμαι γάρ σου τὴν ἡλικίαν καὶ τὴν πολιάν, ἣν μετὰ τοσοῦτον ἔχων χρόνον οὐ μοι δοκεῖς φιλοσοφεῖν τῇ Ἰουδαίων χρώμενος θρησκείᾳ.?
(70인역 성경, Liber Maccabees IV 5:6)

SEARCH

MENU NAVIGATION