- 문장 내 검색

헬라어 문장 내 검색 Language

ἐνθυμοῦ δὲ καὶ ὅτι δοκεῖς τισιν ἐνδεεστέρως τοῦ προσήκοντος θεραπευτικὸς εἶναι:?
(플라톤, Epistles, Letter 4 11:2)
τὴν δέ τις ἐν τῷ Μιθριδάτου στρατοπέδῳ Δανδαρίων δυνάστης Ὀλθακὸς γένος δ εἰσὶν οἱ Δανδάριοι βαρβάρων τῶν περὶ τήν Μαιῶτιν οἰκούντων, ἀνὴρ ὅσα χειρὸς ἔργα καί τόλμης ἐν πολέμῳ διαπρεπὴς ἅπαντα, καί γνώμην ἱκανὸς ἐν τοῖς μεγίστοις, ἔτι δ ἐμμελὴς ὁμιλῆσαι καί θεραπευτικός, οὗτος ἔχων ἀεὶ πρός τινα τῶν ὁμοφύλων δυναστῶν ἅμιλλαν ὑπὲρ πρωτείων καὶ ζηλοτυπίαν ὑπέσχετο τῷ Μιθριδάτῃ μέγα ἔργον, ἀποκτενεῖν Λούκουλλον.
(플루타르코스, Lucullus, chapter 16 1:1)
τῶν δ αἰτιῶν αὐτὸς οὐχὶ τὴν ἐλαχίστην εἰς τοῦτο παρέσχεν, οὐκ ὢν θεραπευτικὸς πλήθους στρατιωτικοῦ, καὶ πᾶν τὸ πρὸς ἡδονὴν τοῦ ἀρχομένου γινόμενον ἀρχῆς ἀτιμίαν καὶ κατάλυσιν ἡγούμενος:
(플루타르코스, Lucullus, chapter 33 2:1)
θεραπευτικὸς δὲ τῶν δυνατῶν μᾶλλον ἢ κατὰ Σπαρτιάτην φύσει δοκεῖ γενέσθαι, καὶ βάρος ἐξουσίας διὰ χρείαν ἐνεγκεῖν εὔκολος:
(플루타르코스, Λύσανδρος, chapter 2 3:1)
ὁ φεύγων καὶ φοβούμενος ἀκοῦσαι λιπαρὴς τῶν ἐν ἐξουσίᾳ καὶ θεραπευτικός.
(플루타르코스, Maxime cum principbus philosopho esse diserendum, chapter, section 1 3:1)
ἐπεὶ τί φησιν ἀνὴρ θεραπευτικὸς καὶ φιλοσοφίας δεόμενος·
(플루타르코스, Maxime cum principbus philosopho esse diserendum, chapter, section 1 3:2)
οὕτως οὖν ἀξίας ἡγεμονικῆς καὶ δυνάμεως ἀνδρὶ μετρίῳ καὶ ἀστείῳ προσούσης, οὐκ ἀφέξεται τοῦ φιλεῖν καὶ ἀγαπᾶν οὐδὲ φοβήσεται τὸ αὐλικὸς ἀκοῦσαι καὶ θεραπευτικός:
(플루타르코스, Maxime cum principbus philosopho esse diserendum, chapter, section 2 16:1)
ὁ γὰρ μεμιγμένος ἐπαίνῳ ψόγος οὐκ ἔχων ὕβριν ἀλλὰ παρρησίαν, οὐδὲ θυμὸν ἀλλὰ δηγμὸν ἐμποιῶν καὶ μετάνοιαν, εὐμενὴς φαίνεται καὶ θεραπευτικός:
(플루타르코스, Praecepta gerendae reipublicae, chapter, section 14 22:2)
καὶ πότου δαπάνης ἐκκαθῆραι λογισμὸν οὐκ ἀμελής, οὐδὲ ῥᾴθυμος ἐν δείπνων παρασκευαῖς, θεραπευτικὸς δὲ παλλακίδων, πρὸς δὲ κηδεστὰς ἀποθρασύνεσθαι κελευσθεὶς καὶ συνεκβαλεῖν γαμετὴν ἄτεγκτος καὶ ἀδυσώπητος.?
(플루타르코스, Quomodo adulator ab amico internoscatur, chapter, section 23 11:1)

SEARCH

MENU NAVIGATION