- 문장 내 검색

헬라어 문장 내 검색 Language

Ἐξάνθρωπος ἡ συμφορὴ, καὶ ἀτερπὴς μὲν ἡ ὄψις, ὀδυνηρὴ δὲ καὶ τῷ ὀρέοντι θέη· ἀνήκεστον δὲ τὸ δεινόν· ἀγνωσία δὲ ὑπὸ διαστροφῆς καὶ τοῖς φιλτάτοις ἀνθρώποις· εὐχὴ δὲ τοῖσι παρεοῦσι ἡ πρόσθεν οὐχ ὁσίη, νῦν ἀγαθὴ γίγνετα ι, ἀπελθέμεναι τοῦ βίου τὸν κάμνοντα, ἐς ἀπαλλαγὴν ξὺν τῷ ζῆν καὶ τῶν πόνων καὶ τῶν ἀτερπέων κακῶν.?
(아레타이오스, The Extant Works of Aretaeus, The Cappadocian., ΑΡΕΤΑΙΟΥ ΚΑΠΠΑΔΟΚΟΥ ΠΕΡΙ ΑΙΤΙΩΝ ΚΑΙ ΣΗΜΕΙΩΝ ΟΞΕΩΝ ΠΑΘΩΝ, Κεφ. ι. Περὶ Πλευρίτιδος.50)
ἀτερπὴς μὲν ἡ τοῦ παροξυσμοῦ θέη, αἰσχρὴ δὲ καὶ ἡ ἀπόλειψις αὐτέου, ἐπὶ ἀφόδῳ καὶ οὔροισι καὶ αὐτομάτῳ κοιλίῃ.
(아레타이오스, The Extant Works of Aretaeus, The Cappadocian., ΑΡΕΤΑΙΟΥ ΚΑΠΠΑΔΟΚΟΥ ΠΕΡΙ ΑΙΤΙΩΝ ΚΑΙ ΣΗΜΕΙΩΝ ΧΡΟΝΙΩΝ ΠΑΘΩΝ, Κεφ. ις. Περὶ Καχεξίης.27)
Τυμπανίης δὲ πρὸς τῇ τοῦ ὄγκου θέῃ καὶ ἀκοῦσαί ἐστι δονέων.
(아레타이오스, The Extant Works of Aretaeus, The Cappadocian., ΑΡΕΤΑΙΟΥ ΚΑΠΠΑΔΟΚΟΥ ΠΕΡΙ ΑΙΤΙΩΝ ΚΑΙ ΣΗΜΕΙΩΝ ΧΡΟΝΙΩΝ ΠΑΘΩΝ, Κεφ. ιγ. Περὶ Ἐλέφαντος.19)
ἔστιν δὲ καὶ ἄλλος λόγος ἱρός, τὸν ἐγὼ σοφοῦ ἀνδρὸς ἤκουσα, ὅτι ἡ μὲν θεὴ Ῥέη ἐστίν, τὸ δὲ ἱρὸν Ἄττεω ποίημα.
(루키아노스, De Syria dea, (no name) 15:1)
τάσδε θεῇ χαίτας περὶ δικλίδι θῆκεν ὀρειᾳ, θερμὸν ἐπεὶ λύσσης ὧδ ἀνέπαυσε πόδα.
(작자 미상, Greek Anthology, book 6, chapter 173 1:1)
ἀλλὰ θεὴ Γάλλῳ μὲν ἐπὶ φρένας ἧκεν ἀράξαι τύμπανον:
(작자 미상, Greek Anthology, book 6, chapter 237 1:1)
ἔλθετε πρὸς τέμενος ταυρώπιδος ἀγλαὸν Ἥρης, Λεσβίδες, ἁβρὰ ποδῶν βήμαθ ἑλισσόμεναι, ἔνθα καλὸν στήσασθε θεῇ χορὸν ὔμμι δ ἀπάρξει Σαπφὼ χρυσείην χερσὶν ἔχουσα λύρην, ὄλβιαι ὀρχηθμοῦ πολυγηθέος:
(작자 미상, Greek Anthology, Volume III, book 9, chapter 1891)
σοί με Πόθων δέσποινα θεὴ πόρε, σοί με, Θεόκλεις, ἁβροπέδιλος Ἔρως γυμνὸν ὑπεστόρεσεν, ξεῖνον ἐπὶ ξείνης, δαμάσας ἀλύτοισι χαλινοῖς:?
(작자 미상, Greek Anthology, Volume IV, book 12, chapter 1581)

SEARCH

MENU NAVIGATION