살아있는 헬라어
헬라어 입력기 & 발음변환기
베타코드 변환기
알파벳과 발음
알파벳
모음의 발음
자음의 발음
모음의 생략
악센트
접어와 악센트
문법
명사와 성, 수, 격
격의 쓰임
관사
곡용
형용사
헬라어 사전
그-한 사전
한-그 사전
단어 색인
헬라어 텍스트
텍스트
텍스트 검색
문장 내 검색
살아있는 라틴어
헬라어 텍스트
헬라어 텍스트
문장 내 검색
헬라어 텍스트
- 텍스트
- 텍스트 검색
- 문장 내 검색
- 문장 내 검색
헬라어 텍스트
- 텍스트
- 텍스트 검색
- 문장 내 검색
헬라어 텍스트
텍스트
텍스트 검색
문장 내 검색
헬라어 문장 내 검색
Language
English
한국어
헬라어로 검색
한국어로 검색
ἦ μὴν ἔτ ἐμοῦ, καίπερ κρατεραῖς ἐν γυιοπέδαις αἰκιζομένου, χρείαν ἕξει μακάρων
πρύτανις
, δεῖξαι τὸ νέον βούλευμ ὑφ ὅτου σκῆπτρον τιμάς τ ἀποσυλᾶται.
?
(아이스킬로스, 결박된 프로메테우스, choral, anapests1)
πρύτανις
ἄκριτος ὤν, κρατύνεις βωμόν, ἑστίαν χθονός, μονοψήφοισι νεύμασιν σέθεν, μονοσκήπτροισι δ ἐν θρόνοις χρέος πᾶν ἐπικραίνεις:
(아이스킬로스, 탄원하는 여인들, choral, strophe 22)
οὗτος ἁπάντων εὐεργέτης καὶ ἔφορος καὶ προστάτης, οὗτος
πρύτανις
καὶ ἡγεμὼν καὶ ταμίας ὄντων καὶ γιγνομένων ἁπάντων, οὗτος δοτὴρ ἁπάντων, οὗτος ποιητὴς, οὗτος ἐν μὲν ἐκκλησίαις καὶ δίκαις νίκην διδοὺς ἀγοραῖος κέκληται, ἐν δὲ μάχαις τροπαῖος, ἐν δὲ νόσοις καὶ πᾶσι καιροῖς βοηθῶν σωτὴρ, οὗτος ἐλευθέριος, οὗτος μειλίχιος:
(아리스티데스, 아일리오스, 연설,
εἰς Δία
8:4)
ἐγίγνοντο δὲ τυραννίδες πρότερον μᾶλλον ἢ νῦν καὶ διὰ τὸ μεγάλας ἀρχὰς ἐγχειρίζεσθαί τισιν, ὥσπερ ἐν Μιλήτῳ ἐκ τῆς πρυτανείας πολλῶν γὰρ ἦν καὶ μεγάλων κύριος ὁ
πρύτανις
.
(아리스토텔레스, 정치학, Book 5 88:1)
θέας ὡς προθύμως ὁ
πρύτανις
παρεδέξατο.
(아리스토파네스, Peace, Lyric-Scene, iambics34)
προσέρχεται γὰρ ὁ
πρύτανις
χὠ τοξότης.
(아리스토파네스, Thesmophoriazusae, Episode 1:24)
φέρε γὰρ πρὸς Διός, ἔστιν ὅστις ἂν ἢ πρόεδρός ποτ ἐπεψήφισεν ἢ
πρύτανις
τούτων τι τῶν ἐν τῷ νόμῳ γεγραμμένων·
(데모스테네스, Speeches 21-30,
Κατὰ Τιμοκράτους
224:1)
οὗτος γὰρ δὴ κοινὸς ἀνθρώπων καὶ θεῶν βασιλεύς τε καὶ ἄρχων καὶ
πρύτανις
καὶ πατήρ, ἔτι δὲ εἰρήνης καὶπολέμου ταμίας, ὡς τοῖς πρότερον ἐμπείροις καὶ σοφοῖς ποιηταῖς ἔδοξεν, ἐάν πως ἱκανοὶ γενώμεθα τήν τε φύσιν αὐτοῦ καὶ τὴν δύναμιν ὑμνῆσαι λόγῳ βραχεῖ καὶ ἀποδέοντι τῆς ἀξίας, αὐτά που ταῦτα λέγοντες.
(디오, 크리소토모스, 연설,
Ὀλυμπικὸς ἢ περὶ τῆς πρώτης τοῦ θεοῦ ἐννοίας
27:1)
τουτὶ μὲν γάρ, ὃ ποιεῖ νῦν ὁ
πρύτανις
, παντελῶς ἀνόητον ἦν ἄν, εἰ καὶ διεγνώκειτε κατηγορεῖν:
(디오, 크리소토모스, 연설,
ΤΑΡΣΙΚΟΣ ΔΕΥΤΕΡΟΣ.
54:1)
περὶ γὰρ τοὺς αὐτοὺς καιροὺς ἐν τῷ Πόντῳ μετὰ τὴν Παρυσάδου τελευτήν, ὃς ἦν βασιλεὺς τοῦ Κιμμερικοῦ Βοσπόρου, διετέλουν οἱ παῖδες αὐτοῦ διαπολεμοῦντες πρὸς ἀλλήλους ὑπὲρ τῆς ἡγεμονίας, Εὔμηλός τε καὶ Σάτυρος καὶ
Πρύτανις
.
(디오도로스 시켈로스, Bibliotheca Historica, Books XVIII-XX, book 20, chapter 22 1:1)
πολλοὶ δὲ καὶ τῶν Ῥοδίων ἀνῃρέθησαν, ἐν οἷς ἦν καὶ ὁ
πρύτανις
Δαμοτέλης ἐπ ἀρετῇ γενόμενος περίβλεπτος.
(디오도로스 시켈로스, Bibliotheca Historica, Books XVIII-XX, book 20, chapter 98 9:2)
παρελήλυθα γὰρ οὐ χαριούμενος ὑμῖν οὐδὲ χειροτονίαν μνηστεύσων ἀλλ ἀποφανούμενος ἃ τυγχάνω γιγνώσκων, πρῶτον μὲν περὶ ὧν ὁ
πρύτανις
προτίθησιν, ἔπειτα περὶ τῶν ἄλλων τῶν τῆς πόλεως πραγμάτων.
(디오니시오스, De Isocrate, chapter 16 6:3)
σύ τε αὐτὸς οὐ στρατηγός, οὐ
πρύτανις
ἢ ὕπατος εἶναι θελήσεις, ἀλλ ἐλεύθερος.
(에픽테토스, Works, chapter 19 2:3)
Πρύτανις
Ἑρμοῦ υἱὸς πολίτης ὑμέτερος προσελθών μοι ἐν Τράλλεσιν ἄγοντι τὴν ἀγόραιον ἐδήλου παρὰ τὴν ἡμετέραν γνώμην Ιοὐδαίοις ὑμᾶς προσφέρεσθαι καὶ κωλύειν αὐτοὺς τά τε σάββατα ἄγειν καὶ τὰ ἱερὰ τὰ πάτρια τελεῖν καὶ τοὺς καρποὺς μεταχειρίζεσθαι, καθὼς ἔθος ἐστὶν αὐτοῖς, αὐτόν τε κατὰ τοὺς νόμους εὐθυνκέναι τὸ [δίκαιον] ψήφισμα.
(플라비우스 요세푸스, Antiquitates Judaicae, Book 14 314:1)
Εὐρυπῶντος δὲ υἱὸς γίνεται
Πρύτανις
.
(파우사니아스, Description of Greece,
Λακωνικά
?
, chapter 7 3:1)
1
/
0
페이지
SEARCH
MENU NAVIGATION
살아있는 헬라어
헬라어 입력기 & 발음변환기
베타코드 변환기
알파벳과 발음
알파벳
모음의 발음
자음의 발음
모음의 생략
악센트
접어와 악센트
문법
명사와 성, 수, 격
격의 쓰임
관사
곡용
형용사
헬라어 사전
그-한 사전
한-그 사전
단어 색인
헬라어 텍스트
텍스트
텍스트 검색
문장 내 검색
살아있는 라틴어
헬라어 보기 모드
X
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
To Top