- 문장 내 검색

헬라어 문장 내 검색 Language

ἱδρύσατο δὲ ἄγαλμα Δήμητρος, ἣν ἐκάλεσαν Ἶσιν Αἰγύπτιοι, καὶ τὴν Ιὢ Ἶσιν ὁμοίως προσηγόρευσαν.?
(아폴로도로스, Library and Epitome, book 2, chapter 1 3:17)
Ὡς δὲ ἐπὶ τὴν τάφρον ἀφίκοντο, προσηγόρευσάν τε ἀλλήλους καὶ ὁ Λεύκιος ἔφη:
(아피아노스, The Civil Wars, book 5, chapter 5 4:1)
οἱ δ ἐχώρισαν, καὶ τὰ τοιαῦτα τῶν ὄντων ἰδέας προσηγόρευσαν, ὥστε συνέβαινεν αὐτοῖς σχεδὸν τῷ αὐτῷ λόγῳ πάντων ἰδέας εἶναι τῶν καθόλου λεγομένων, καὶ παραπλήσιον ὥσπερ ἂν εἴ τις ἀριθμῆσαι βουλόμενος ἐλαττόνων μὲν ὄντων οἰοίτο μὴ δυνήσεσθαι, πλείω δὲ ποιήσας ἀριθμοίη:
(아리스토텔레스, 형이상학, Book 13 60:2)
διὰ τὸ πλῆθος οὖν τῶν κατασχουσῶν αὐτοὺς συμφορῶν, ἐπεὶ διὰ τὸ πένθος ἅμα τόν τε τῶν βίων ὄλβον καὶ τὰς κόμας περιεσπάσθησαν, παντὸς ἔθνους οἱ ἔξω τὴν ἐφ ὕβρει κουρὰν ἀπεσκυθίσθαι προσηγόρευσαν.
(아테나이오스, The Deipnosophists, Book 12, book 12, chapter 20 1:58)
τῷ Ἔρωτι τὴν διὰ τοῦτον ἀγομένην ἑορτὴν Ἐλευθέρια προσηγόρευσαν δι ὃν θεὸν καὶ Ἀθηναῖοι ἐλευθερίας ἔτυχον, καὶ οἱ Πεισιστρατίδαι ἐκπεσόντες ἐπεχείρησαν διαβάλλειν πρῶτοι τὰς περὶ τὸν θεὸν τοῦτον πράξεις.
(아테나이오스, The Deipnosophists, Book 13, book 13, chapter 12 4:1)
, Λακεδαιμόνιοι μὲν γὰρ καὶ Θετταλοὶ φανήσονται κατασκευασάμενοι τὴν δουλείαν ἐκ τῶν Ἑλλήνων τῶν οἰκούντων πρότερον τὴν χώραν ἣν ἐκεῖνοι νῦν ἔχουσιν, οἱ μὲν Ἀχαιῶν, Θετταλοὶ δὲ Περραιβῶν καὶ Μαγνήτων, καὶ προσηγόρευσαν τοὺς καταδουλωθέντας οἱ μὲν εἵλωτας, οἱ δὲ πενέστας.
(아테나이오스, The Deipnosophists, Book 6, book 6, chapter 81 1:56)
"οὓς καὶ πολίτας ὕστερον ποιήσαντες προσηγόρευσαν ἐπευνάκτους, ὅτι κατετάχθησαν ἀντὶ τῶν τετελευτηκότων εἰς τὰς στιβάδας.
(아테나이오스, The Deipnosophists, Book 6, book 6, chapter 101 1:7)
τὰς δ ἄλλας ζώσας ἐν κώμῃ τινὶ κατέκαυσεν, ἣν Αἰγύπτιοι διὰ τὸ σύμπτωμα τοῦτο προσηγόρευσαν ἱερὰν βῶλον:
(디오도로스 시켈로스, Bibliotheca Historica, book 1, chapter 59 3:2)
οἱ δ ἀποστάται πυθόμενοι τὴν ἀπώλειαν τὴν Σαρδαναπάλλου, τῆς μὲν πόλεως ἐκράτησαν εἰσπεσόντες κατὰ τὸ πεπτωκὸς μέρος τοῦ τείχους, τὸν δ Ἀρβάκην ἐνδύσαντες τὴν βασιλικὴν στολὴν προσηγόρευσαν βασιλέα, καὶ τὴν τῶν ὅλων ἐξουσίαν ἐπέτρεψαν.
(디오도로스 시켈로스, Bibliotheca Historica, book 2, chapter 27 3:1)
διόπερ Ἀργεῖοι πυθόμενοι τὸ γεγονὸς Ἡρακλέα προσηγόρευσαν, ὅτι δἰ Ἥραν ἔσχε κλέος, Ἀλκαῖον πρότερον καλούμενον.
(디오도로스 시켈로스, Bibliotheca Historica, book 4, chapter 10 1:2)
οἱ δ οὖν ἐγχώριοι τούτοις ἀκολούθως τὴν μὲν πύλην, πρὸς ᾗ τὰς ἀπαντήσεις καὶ θυσίας τῷ θεῷ παρέστησαν, Ἡρακλείαν προσηγόρευσαν, ἀγῶνα δὲ γυμνικὸν καὶ ἱππικὸν καθ ἕκαστον ἔτος μετὰ πάσης προθυμίας ποιοῦσι.
(디오도로스 시켈로스, Bibliotheca Historica, book 4, chapter 24 6:1)
καὶ πρῶτον μὲν ἐπ αὐτοῦ τοῦ κατὰ τὰς στήλας πόρου πόλιν ἔκτισαν ἐπὶ τῆς Εὐρώπης, ἣν οὖσαν χερρόνησον προσηγόρευσαν Γάδειρα, ἐν ᾗ τά τε ἄλλα κατεσκεύασαν οἰκείως τοῖς τόποις καὶ ναὸν Ἡρακλέους πολυτελῆ, καὶ θυσίας κατέδειξαν μεγαλοπρεπεῖς τοῖς τῶν Φοινίκων ἔθεσι διοικουμένας.
(디오도로스 시켈로스, Bibliotheca Historica, book 5, chapter 20 2:1)
λέγουσι δέ τινες ὅτι καὶ νόμους εἰσηγήσατο, καθ οὓς ἀλλήλοις τὸ δίκαιον διδόναι συνειθίσθησαν ἄνθρωποι, καὶ τὴν παραδοῦσαν αὐτοῖς θεὰν θεσμοφόρον ἀπὸ τούτων προσηγόρευσαν.
(디오도로스 시켈로스, Bibliotheca Historica, book 5, chapter 68 3:1)
μετὰ γὰρ τὸν ἐπὶ Δευκαλίωνος κατακλυσμὸν Κάδμου κτίσαντος τὴν ἀπ αὐτοῦ προσαγορευθεῖσαν Καδμείαν συνῆλθεν ἐπ αὐτὴν λαὸς ὃν τινὲς μὲν Σπαρτὸν προσηγόρευσαν διὰ τὸ πανταχόθεν συναχθῆναι, τινὲς δὲ Θηβαγενῆ διὰ τὸ τὴν ἀρχὴν ἐκ τῆς προειρημένης πόλεως ὄντα διὰ τὸν κατακλυσμὸν ἐκπεσεῖν καὶ διασπαρῆναι.
(디오도로스 시켈로스, Bibliotheca Historica, Books XVIII-XX, book 19, chapter 53 4:1)
συγκατατιθεμένου δὲ τοῦ χρηστηρίου τέμενος ἀνῆκαν ἐν τῇ πόλει τετράγωνον, οἰκοδομήσαντες παρ ἑκάστην πλευρὰν στοὰν σταδιαίαν, ὃ προσηγόρευσαν Πτολεμαῖον.?
(디오도로스 시켈로스, Bibliotheca Historica, Books XVIII-XX, book 20, chapter 100 4:1)

SEARCH

MENU NAVIGATION