- 문장 내 검색

헬라어 문장 내 검색 Language

καὶ δὴ προσάγει μὲν, ὦ γῆ καὶ θεοὶ, τὰ μυστήρια.?
(아리스티데스, 아일리오스, 연설, Ἐλευσίνιος 4:16)
ὃν χρῆν εἰ τὰ μάλιστα ταῦθ ὑπὲρ ὑμῶν ἐτύγχανεν εἰργασμένος, αὐτὸν, ἀλλὰ μὴ ὑμᾶς, ἀναμιμνήσκειν, νῦν δ ἅπαντα ταῦτα ὑπερβὰς προσάγει μεθ ὅπλων τὴν αὑτοῦ κακίαν ἐπιδεικνὺς καὶ τὰ τέλη καθάπερ δράματος παρ ἐλπίδας ἐξάγων.
(아리스티데스, 아일리오스, 연설, συμμαχικὸς β πρὸς Θηβαίους περὶ τῆς συμμαχίας 5:9)
ὁ δὲ δὴ τῆς μὲν πείρας εἰς πίστιν ἰσχύσας καὶ τοῖς φαρμάκοις καὶ ταῖς διαίταις ἤδη χρώμενος τούτοις ἰατρὸς, ὅπως δ ἕκαστος ἡμῶν ἔχει φύσεως ἢ συγκρίσεως ἀγνοῶν, ἆρ οὐ στοχαζόμενος προσάγει πάνθ ὅσα ἂν ποιῇ περὶ τὸν κάμνοντα ἀναφέρων εἰς τὸ εἰκός·
(아리스티데스, 아일리오스, 연설, Πρὸς Πλάτωνα περὶ ῥητορικῆς 36:7)
ἀλλ οὐχ ὑποβάλλουσί γε αὐτῷ τὰ ἐνδόσιμα οἱ χορευταὶ, οὐδ ὅπως ἂν ἐκεῖνοι κελεύωσιν, οὕτω προσάγει τὸ μέλος καὶ τὸν ῥυθμὸν, οὐδὲ τί χρὴ διδάσκειν αὐτοὺς παρ ἐκείνων μανθάνει, οὐ μᾶλλόν γε ἢ παρὰ τῶν ναυτῶν ὁ κυβερνήτης μανθάνει τί χρὴ πράττειν.
(아리스티데스, 아일리오스, 연설, Πρὸς Πλάτωνα περὶ ῥητορικῆς 44:1)
καὶ τότε δὲ οἱ πράξαντες τὴν ἀπόστασιν στράτευμα ἐκ Μακεδονίας Ἀντιπάτρου ἀφῖχθαι ἔφασκον, αὐτὸν δὲ Ἀλέξανδρον τεθνάναι ἰσχυρίζοντο, καὶ τοῖς ἀπαγγέλλουσιν ὅτι οὗτος αὐτὸς προσάγει Ἀλέξανδρος χαλεπῶς εἶχον:
(아리아노스, Anabasis, book 1, chapter 7 6:1)
ὡς δὲ τάχιστα οἱ πεζοὶ ἀφίκοντο, Περδίκκαν μὲν τήν τε αὑτοῦ ἱππαρχίαν ἔχοντα καὶ τὴν Κλείτου καὶ τοὺς Ἀγριᾶνας πρὸς ἄλλην πόλιν ἐκπέμπει τῶν Μαλλῶν, οἷ ξυμπεφευγότες ἦσαν πολλοὶ τῶν ταύτῃ Ἰνδῶν, φυλάσσειν τοὺς ἐν τῇ πόλει κελεύσας, ἔργου δὲ μὴ ἔχεσθαι ἔστ᾿ ἂν ἀφίκηται αὐτός, ὡς μηδὲ ἀπὸ ταύτης τῆς πόλεως διαφυγόντας τινὰς αὐτῶν ἀγγέλους γενέσθαι τοῖς ἄλλοις βαρβάροις ὅτι προσάγει ἤδη Ἀλέξανδρος:
(아리아노스, Anabasis, book 6, chapter 6 4:1)
οὕτω δὴ τὴν βραχυτάτην ἐλάσας ἀπαγγέλλει Ἀλεξάνδρῳ ὅτι Νέαρχος οὗτος προσάγει ἀπὸ τῶν νεῶν.
(아리아노스, Indica, chapter 34 2:1)
ὁ μὲν γὰρ ἀσθενής τε καὶ ἄτολμος ἐκ τούτου τοῦ γένους δαίμων ἐπί τε τὰς γυναικείας νόσους καὶ ἄλλας αἰσχύνας, ὁπόσαις πρόσεστι ζημία καὶ ὀνείδη, προσάγει ῥᾳδίως:
(디오, 크리소토모스, 연설, περὶ ΒΑΣΙΛΕΙΑΣ δ. 123:2)
Σιδῶνα δὲ πολιορκοῦντος αὐτοῦ τινες παρῆσαν ἀπαγγέλλοντες ψευδῶς ὅτι παρατάξεως γενομένης τοῖς βασιλεῦσιν οἱ μὲν περὶ Λυσίμαχον καὶ Σέλευκον ἡττηθέντες ἀποκεχωρήκασιν εἰς τὴν Ἡράκλειαν, Ἀντίγονος δὲ νενικηκὼς προσάγει μετὰ δυνάμεως ἐπὶ Συρίας.
(디오도로스 시켈로스, Bibliotheca Historica, Books XVIII-XX, book 20, chapter 113 1:2)
Προσάγει δ αὐτὸς τοῦ βορείου τείχους τῷ μέσῳ πύργῳ τὴν ἑλέπολιν, ἐν ᾧ τῶν Ιοὐδαίων τις ἀνὴρ γόης ὄνομα Κάστωρ ἐλόχα μεθ ὁμοίων δέκα, τῶν λοιπῶν φυγόντων διὰ τοὺς τοξότας.
(플라비우스 요세푸스, De bello Judaico libri vii, Φλαυίου Ιὠσήπου ἱστορία Ιοὐδαϊκοῦ πολέμου πρὸς Ῥωμαίους βιβλίον ε. 361:1)
τουτέων τῶν ἁπασέων ἡμερέων τῶν ἐς τὰ ἑβδομήκοντα ἔτεα, ἐουσέων πεντήκοντα καὶ διηκοσιέων καὶ ἑξακισχιλιέων καὶ δισμυριέων, ἡ ἑτέρη αὐτέων τῇ ἑτέρῃ ἡμέρῃ τὸ παράπαν οὐδὲν ὅμοιον προσάγει πρῆγμα.
(헤로도토스, The Histories, book 1, chapter 32 5:1)
γλῶσσαν δὲ μοῦνον θηρίων οὐκ ἔφυσε, οὐδὲ κινέει τὴν κάτω γνάθον, ἀλλὰ καὶ τοῦτο μοῦνον θηρίων τὴν ἄνω γνάθον προσάγει τῇ κάτω.
(헤로도토스, The Histories, book 2, chapter 68 4:2)
δὲ τὸ σῶμα προσάγει καὶ παρακομίζει πρὸς τὸν φωλεόν.
(플루타르코스, De sollertia animalium, chapter, section 16 12:1)
τοῦτ ἰδὼν κυβερνήτης εὔχεται μὲν ὑπεκφυγεῖν καὶ θεοὺς ἐπικαλεῖται σωτῆρας, εὐχόμενος δὲ τὸν οἰάκα προσάγει, τὴν κεραίαν ὑφίησι, φεύγει μέγα λαῖφος ὑποστολίσας ἐρεβώδεος ἐκ θαλάσσης.
(플루타르코스, De superstitione, section 8 11:1)
ὡς δὲ εἶδε Κύριος ὅτι προσάγει ἰδεῖν, ἐκάλεσεν αὐτὸν ὁ Κύριος ἐκ τοῦ βάτου λέγων. Μωυσῆ, Μωυσῆ. ὁ δὲ εἶπε. τί ἐστι;?
(70인역 성경, 탈출기 3:4)

SEARCH

MENU NAVIGATION