- 문장 내 검색

헬라어 문장 내 검색 Language

ἐπειδὴ τοίνυν οὐ δέχεται τὴν πρόκλησιν, οὐδ ἄν φησιν ἐν βασάνοις ἀνδραπόδων γενέσθαι, λαβέ μοι τὴν ἐπιστολὴν ταύτην, ἣν ὁ Φίλιππος ἔπεμψε.?
(아이스키네스, 연설, περὶ τῆς Παραπρεσβείας, section 128 1:1)
περιεῖχε δ ἡ γραφὴ κατάλογόν τε σεμνὸν ὧν ἐξ ἀρχῆς ὁ Καῖσαρ ἐπεπράχει, καὶ πρόκλησιν, ὅτι θέλοι Πομπηίῳ συναποθέσθαι, ἄρχοντος δ ἔτι ἐκείνου οὔτε ἀποθήσεσθαι καὶ τιμωρὸς αὐτίκα τῇ τε πατρίδι καὶ ἑαυτῷ κατὰ τάχος ἀφίξεσθαι.
(아피아노스, The Civil Wars, book 2, chapter 5 1:6)
μὴ δή τις ὑμῶν τὴν ἰδίαν πρόκλησιν καταισχύνῃ μηδὲ τῆς ἀπειλῆς ἐλάττων γένηται:
(아피아노스, The Civil Wars, book 4, chapter 16 10:4)
αἱ γὰρ διασφύξιες τῆς ἀρτηρίης αἱμορραγίης πρόκλησιν ποιέονται, καὶ τὸ τρῶμα οὐ συμφύει τῇ πολυκινησίῃ .
(아레타이오스, The Extant Works of Aretaeus, The Cappadocian., ΑΡΕΤΑΙΟΥ ΚΑΠΠΑΔΟΚΟΥ ΠΕΡΙ ΑΙΤΙΩΝ ΚΑΙ ΣΗΜΕΙΩΝ ΟΞΕΩΝ ΠΑΘΩΝ, Κεφ. ιβ. Περὶ Σατυριάσεως.54)
λίνου ὦν καρποῦ χυλὸς ἔστω, καὶ τήλιος καὶ μαλάχης τῶν Ῥιζῶν ἕψημα, καὶ ἐς πρόκλησιν καὶ δῆξιν ἱκανόν· μέληἄκρεα, πόδες καὶ χεῖρες, τεθάλφθωσανγλευκίνῳ, ἢ σικυωνίῳ λίπαϊ, ἢ τῷ διὰ τῆς λιμνήστιδος χρίσματι.
(아레타이오스, The Extant Works of Aretaeus, The Cappadocian., ARETAIOU KAPPADOKOU OCEWN NOUSWN QERAPEUTIKON, Κεφ. ια. Θεραπεία Σατυριάσεως.263)
τέγξις κεφαλῆς ὁκοῖον ἡ ἐν καύσοισι· ἐπίθημα ἐς θώρηκα καὶ μαζὸν ἀριστερὸν ὁκοῖον ἐν συγκοπῇ· κοίτη, κατάκλισις ὄρθιος, ὅκως ἴκελα πάντα τοῖσι ἐν καύσοισι ᾖ· αἰώρη σμικρὴ ἐς ἱδρώτων πρόκλησιν· ἠδὲ λουτρὸν, ἢν οὗτος ὑπεκκαυθῇ.
(아레타이오스, The Extant Works of Aretaeus, The Cappadocian., ARETAIOU KAPPADOKOU OCEWN NOUSWN QERAPEUTIKON, Κεφ. ια. Θεραπεία Σατυριάσεως.269)
ἆρ οὐ μετρίαν νομίσαι τὴν πρόκλησιν τοῦ Θεμιστοκλέους καὶ δοῦναι τὴν χάριν·
(아리스티데스, 아일리오스, 연설, Πρὸς Πλάτωνα ὑπὲρ τῶν τεττάρων 89:4)
οὐ γὰρ ἔγωγέ τις τούτων αἴτιος, ἀλλ ἔδει δέχεσθαι τὴν πρόκλησιν.
(아리스티데스, 아일리오스, 연설, Πρὸς Καπίτωνα 7:2)
λέγων γοῦν παρακλητικὸν τοῖς Ἀχαιοῖς ὁ πρεσβύτατος αὐτὸς ὑπὲρ τοῦ δέξασθαι τὴν πρόκλησιν τοῦ Ἕκτορος οὐδὲν ἀλλ ἢ ἐγκώμια αὑτοῦ διεξέρχεται:
(아리스티데스, 아일리오스, 연설, Περὶ τοῦ παραφθέγματος 9:2)
ἔτι δ οἱ ταῖς ἀρχαῖς ἐγκαλοῦντες τὸν δῆμόν φασι δεῖν κρίνειν, ὁ δὲ ἀσμένως δέχεται τὴν πρόκλησιν:
(아리스토텔레스, 정치학, Book 4 84:3)
λαβὲ δ αὐτὴν τὴν πρόκλησιν καὶ ἀνάγνωθι.
(데모스테네스, Speeches 21-30, Πρὸς Ὀνήτορα Ἐξούλης Α 47:3)
ἀλλὰ μὴν ὡς ἀληθῆ λέγω, λαβὲ τὴν πρόκλησιν καὶ τὴν μαρτυρίαν.
(데모스테네스, Speeches 21-30, Πρὸς Ἄφοβον ὑπὲρ Φάνου Ψευδομαρτυριῶν 29:4)
ἀλλὰ βούλομαι πρόκλησιν ὑμῖν ἀναγνῶναι:
(데모스테네스, Speeches 21-30, Πρὸς Ἄφοβον ὑπὲρ Φάνου Ψευδομαρτυριῶν 67:3)
ἀλλὰ τὸν μὲν ἄλλον χρόνον οὗτοι διῆγον οὐκ ὄντες τοῦ ἐμοῦ πατρός, ὡς καὶ ὑμῶν οἱ πολλοὶ ἴσασιν, ἐπειδὴ δὲ οὗτος αὐξηθεὶς καὶ μεθ αὑτοῦ παρασκευασάμενος ἐργαστήριον συκοφαντῶν, ὧν ἡγεμὼν ἦν Μνησικλῆς καὶ Μενεκλῆς ἐκεῖνος ὁ τὴν Νῖνον ἑλών, μεθ ὧν οὗτος ἐδικάζετό μου τῷ πατρὶ φάσκων υἱὸς εἶναι ἐκείνου - συνόδων δὲ γιγνομένων πολλῶν ὑπὲρ τούτων, καὶ τοῦ πατρὸς οὐκ ἂν φάσκοντος πεισθῆναι, ὡς οὗτοι γεγόνασιν ἐξ αὑτοῦ, τελευτῶσα ἡ Πλαγγών, ὦ ἄνδρες δικασταί πάντα γὰρ εἰρήσεται τἀληθῆ πρὸς ὑμᾶς, μετὰ τοῦ Μενεκλέους ἐνεδρεύσασα τὸν πατέρα μου καὶ ἐξαπατήσασα ὁρ´κῳ, ὃς μέγιστος δοκεῖ καὶ δεινότατος παρὰ πᾶσιν ἀνθρώποις εἶναι, ὡμολόγησεν τριάκοντα μνᾶς λαβοῦσα τούτους μὲν τοῖς αὑτῆς ἀδελφοῖς εἰσποιήσειν υἱεῖς, αὐτὴ δέ, ἂν πρὸς τῷ διαιτητῇ προκαλῆται αὐτὴν ὁ πατήρ μου ὀμόσαι ἦ μὴν τοὺς παῖδας ἐξ αὑτοῦ γεγονέναι, οὐ δέξεσθαι τὴν πρόκλησιν:
(데모스테네스, Speeches 31-40, Πρὸς Βοιωτὸν περὶ Προικὸς Μητρῴας. 12:2)
ὡς γὰρ πρὸς τὸν διαιτητὴν ἀπήντησεν, παραβᾶσα πάντα τὰ ὡμολογημένα ἡ Πλαγγὼν δέχεταί τε τὴν πρόκλησιν καὶ ὄμνυσιν ἐν τῷ Δελφινίῳ ἄλλον ὁρ´κον ἐναντίον τῷ προτέρῳ, ὡς καὶ ὑμῶν οἱ πολλοὶ ἴσασιν:
(데모스테네스, Speeches 31-40, Πρὸς Βοιωτὸν περὶ Προικὸς Μητρῴας.? 14:2)

SEARCH

MENU NAVIGATION