- 문장 내 검색

헬라어 문장 내 검색 Language

οὐ γὰρ σκόπελοι θαλάττιοι, οὐδὲ Χελιδονέαι καὶ Κυανέαι τὴν ὑμετέραν ἀρχὴν ὁρίζουσιν, οὐδ ἵππου δρόμος ἡμερήσιος ἐπὶ θάλατταν, οὐδ ἐπὶ τακτοῖς ὁρ´οις βασιλεύετε, οὐδ ἕτερος προαγορεύει μέχρι οὗ δεῖ κρατεῖν, ἀλλ ἡ μὲν θάλαττα ὥσπερ ζώνη τις ἐν μέσῳ τῆς οἰκουμένης ὁμοίως καὶ τῆς ὑμετέρας ἡγεμονίας τέταται.?
(아리스티데스, 아일리오스, 연설, Ῥώμης ἐγκώμιον 4:3)
καί τις αὐτῶν ἐν ἀρχῇ τοῦ δράματος μεγαλαυχούμενος ὡς προφήτης προαγορεύει τοιάδε Ἀφυπνίζεσθαι χρὴ πάντα θεατὴν, ἀπὸ μὲν βλεφάρων αὐθημερινῶν ποιητῶν λῆρον ἀφέντα, ὥσπερ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ μέλλων ἅπαντας σοφούς τε καὶ σπουδαίους ποιήσειν.
(아리스티데스, 아일리오스, 연설, Περὶ τοῦ παραφθέγματος 22:16)
διὰ τῶν πραγμάτων πολέμιον πῦρ προαγορεύει.
(데마데스, On the Twelve Years, Ὑπὲρ τῆς δωδεκαετίας 56:1)
ὥσπερ γὰρ ἐν τοῖς μυστηρίοις ὁ ἱεροφάντης οὐχ ἅπαξ προαγορεύει τοῖς μυουμένοις ἕκαστον ὧν χρή, τὸν αὐτὸν τρόπον καὶ τοὺς ὑπὲρ τῶν συμφερόντων λόγους ὥσπερ τινὰ πρόρρησιν ἱερὰν λυσιτελεῖ πολλάκις, μᾶλλον δὲ ἀεὶ λέγεσθαι.
(디오, 크리소토모스, 연설 (2), ΠΕΡΙ ΠΛΕΟΝΕΞΙΑΣ. 8:2)
Ταῦτα μὲν οὖν ὁ θεὸς Ιἀκώβῳ προαγορεύει:
(플라비우스 요세푸스, Antiquitates Judaicae, Book 1 373:1)
ὅταν δὲ προσίῃ ταῖς ἱερουργίαις ὁ ἱερεὺς ἡγνευκὼς ἣν ὁ νόμος ἁγνείαν προαγορεύει, πρῶτον μὲν περιτίθεται τὸν μαναχάσην λεγόμενον:
(플라비우스 요세푸스, Antiquitates Judaicae, Book 3 191:1)
νῦν ὦν μοι δοκέει μεταδιώξαντας τὸν κήρυκα ἐξετάζειν εἰρωτεῦντας παρ ὅτευ ἥκων προαγορεύει ἡμῖν Σμέρδιος βασιλέος ἀκούειν.?
(헤로도토스, The Histories, book 3, chapter 62 5:3)

SEARCH

MENU NAVIGATION