- 문장 내 검색

헬라어 문장 내 검색 Language

Εὐμενὴς μὲν γὰρ ἐπὶ τοῦ λαιοῦ κέρατος ἔταξεν Εὔδημον τὸν καταγαγόντα τοὺς ἐλέφαντας ἐξ Ἰνδῶν, ἔχοντα τὸ περὶ αὐτὸν ἄγημα τῶν ἱππέων, ὄντων ἑκατὸν πεντήκοντα, πρόταγμα δὲ τούτων εἴλας δύο ξυστοφόρων ἐπιλέκτων, βάθος ἐχούσας ἱππέων πεντήκοντα.?
(디오도로스 시켈로스, Bibliotheca Historica, Books XVIII-XX, book 19, chapter 27 2:1)
ἐπὶ δὲ τοῦ δεξιοῦ κέρατος ἐξέταξε τοὺς ἱππεῖς, ἐχομένους μὲν τῆς φάλαγγος τοὺς ἐκ Καρμανίας ὀκτακοσίους, ὧν Τληπόλεμος σατράπης ἡγεῖτο, ἑξῆς δὲ τοὺς καλουμένους ἑταίρους ἐννακοσίους καὶ τὸ Πευκέστου καὶ Ἀντιγένους ἄγημα, τριακοσίους ἔχον ἱππεῖς μιᾷ περιειλημμένους εἴλῃ, ἐπ ἄκρου δὲ τοῦ κέρατος τὸ Εὐμενοῦς ἄγημα, τοὺς ἴσους ἔχον ἱππεῖς, καὶ τούτων πρόταγμα τῶν Εὐμενοῦς παίδων εἴλας δύο, συνεστηκυίας ἑκατέρας ἐξ ἱππέων πεντήκοντα, καὶ πλαγίας φυλαττούσας ἔξω τοῦ κέρατος εἴλας τέσσαρας, ἐν αἷς ἦσαν ἱππεῖς ἐπίλεκτοι διακόσιοι.
(디오도로스 시켈로스, Bibliotheca Historica, Books XVIII-XX, book 19, chapter 28 3:1)
πρόταγμα δὲ τούτων ἐκ τῶν ἰδίων παίδων εἶλαι τρεῖς ὑπῆρχον καὶ ταύταις ἴσαι παράλληλοι, συναγωνιζομένων αὐτοῖς Ταραντίνων ἑκατόν.
(디오도로스 시켈로스, Bibliotheca Historica, Books XVIII-XX, book 19, chapter 29 5:2)
πρόταγμα δὲ τρεῖς εἴλας ἱππέων ἔταξεν καὶ πλαγιοφυλάκους τὰς ἴσας καὶ χωρὶς ἔξω τοῦ κέρατος ἀπολελυμένας τρεῖς Ταραντίνων, ὥστ εἶναι τοὺς περὶ τὸ σῶμα τεταγμένους ἱππεῖς ξυστοφόρους μὲν πεντακοσίους, Ταραντίνους δὲ ἑκατόν.?
(디오도로스 시켈로스, Bibliotheca Historica, Books XVIII-XX, book 19, chapter 82 2:1)

SEARCH

MENU NAVIGATION