- 문장 내 검색

헬라어 문장 내 검색 Language

πρατὴρ μὲν δὴ τοῦ ἐργαστηρίου καὶ τῶν ἀνδραπόδων ὁ Μνησικλῆς ἡμῖν γίγνεται καὶ γὰρ ἐώνητ ἐκεῖνος αὐτὰ τούτῳ παρὰ Τηλεμάχου τοῦ πρότερον κεκτημένου:?
(데모스테네스, Speeches 31-40, Παραγραφὴ πρὸς Πανταίνετον 7:1)
ὅτι μὲν τοίνυν καὶ πρατὴρ ἦν ἡμῖν τῶν κτημάτων ὅσπερ ἐξ ἀρχῆς αὐτὸς ἐώνητο, καὶ κατὰ τὰς συνθήκας οὗτος ἐμισθώσαθ ἡμέτερον ὀ`ν τὸ ἐργαστήριον καὶ τἀνδράποδα, καὶ οὔτε παρῆν ἐγὼ τοῖς μετὰ ταῦτα πρὸς Εὐέργον τούτῳ πραχθεῖσιν οὔτ ἐπεδήμουν ὅλως, ἔλαχέν τε δίκην ἐκείνῳ καὶ οὐδὲν πώποθ ἡμῖν ἐνεκάλει, ἀκούετε τῶν μαρτύρων, ὦ ἄνδρες δικασταί.
(데모스테네스, Speeches 31-40, Παραγραφὴ πρὸς Πανταίνετον 12:1)
ὁρῶν δ αὐτόν, ὦ ἄνδρες Ἀθηναῖοι, κακοήθη, καὶ τὸ μὲν ἐξ ἀρχῆς τοῦ Μνησικλέους κατηγοροῦντα πρὸς ἡμᾶς, πάλιν δ ᾧ φίλος ἦν τὰ μάλιστα, τῷ Εὐέργῳ, τούτῳ προσκεκρουκότα, καὶ τὸ μὲν πρῶτον ὡς ἐγὼ κατέπλευσα, ἅσμενον φάσκονθ ἑορακέναι με, ἐπειδὴ δ ἔδει τὰ δίκαια ποιεῖν, ἐμοὶ πάλιν δυσκολαίνοντα, καὶ ἅπασι μέχρι τοῦ προλαβεῖν καὶ τυχεῖν ὧν δέοιτο φίλον ὄντα, μετὰ ταῦτα δ ἐχθρὸν καὶ διάφορον γιγνόμενον, ἠξίουν ἀπαλλαττόμενος καὶ πρατὴρ ὑπὲρ τούτου γιγνόμενος, πάντων ἀφεθεὶς τῶν ἐγκλημάτων καὶ ἀπαλλαγείς, οὕτω διαλύεσθαι.
(데모스테네스, Speeches 31-40, Παραγραφὴ πρὸς Πανταίνετον 19:1)
τούτων δὲ συγχωρηθέντων οὗτος μὲν ἀφῆκεν ἁπάντων ἐμέ, ἐγὼ δὲ πρατήρ, ὥσπερ ἐδεῖθ οὗτος, τῶν κτημάτων ἐγιγνόμην, καθάπερ αὐτὸς ἐπριάμην παρὰ Μνησικλέους.
(데모스테네스, Speeches 31-40, Παραγραφὴ πρὸς Πανταίνετον 20:1)
οὐκοῦν ὡς μὲν ἀφῆκέ με πάντων, ὅτ ἐγιγνόμην τῶν ἀνδραπόδων πρατήρ, ἐπέδειξα:
(데모스테네스, Speeches 31-40, Παραγραφὴ πρὸς Πανταίνετον 30:1)
πρατὴρ μὲν γὰρ ὁ Μνησικλῆς ἡμῖν ἐγεγόνει τούτου παρόντος καὶ κελεύοντος.
(데모스테네스, Speeches 31-40, Παραγραφὴ πρὸς Πανταίνετον 49:6)
ἐγὼ δ οὐχ ὅπως αὐτὸς ἐξίλλω, ἀλλ ὧν τοῦτον ἄλλος ἀπεστέρει, τούτων ἐγκρατῆ κατέστησα καὶ παρέδωκα, καὶ πρατὴρ τούτου δεηθέντος ἐγενόμην.
(데모스테네스, Speeches 31-40, Παραγραφὴ πρὸς Πανταίνετον 61:1)
οὐ γὰρ ἄν ποτ ἀφῆκας, οὐδ, ὅτ Εὐέργῳ προῃροῦ λαγχάνειν, εἰάσας ἐμέ, οὐδὲ πρατῆρ ἠξίωσας ὑποστῆναι τόν γε δεινά σε καὶ πόλλ εἰργασμένον.
(데모스테네스, Speeches 31-40, Παραγραφὴ πρὸς Πανταίνετον? 88:6)

SEARCH

MENU NAVIGATION