- 문장 내 검색

헬라어 문장 내 검색 Language

φοβερὰ δ ἐμοῖσιν ὄσσοις ὀμίχλα προσῇξε πλήρης δακρύων σὸν δέμας εἰσιδούσᾳ πέτραις προσαυαινόμενον ταῖσδ ἀδαμαντοδέτοισι λύμαις.?
(아이스킬로스, 결박된 프로메테우스, choral, antistrophe 12)
καὶ ἡ βουλὴ ἐπειδὴ ἦν πλήρης, ἀναστὰς Καλλίας ὁ Ἱππονίκου τὴν σκευὴν ἔχων λέγει ὅτι ἱκετηρία κεῖται ἐπὶ τοῦ βωμοῦ, καὶ ἔδειξεν αὐτοῖς.
(안도키데스, 연설, Περὶ τῶν μυστηρίων 182:1)
ὡς δὲ ἐσῆλθον, αὐτίκα μὲν ἡ πόλις ἦν πλήρης ὅπλων τε καὶ σημείων διατεταγμένων ἐς τὰ ἐπίκαιρα, αὐτίκα δὲ ἐν μέσῳ τούτων ἤγετο ἐκκλησία, καὶ δήμαρχος Πούπλιος Τίτιος ἐνομοθέτει καινὴν ἀρχὴν ἐπὶ καταστάσει τῶν παρόντων ἐς πενταετὲς εἶναι τριῶν ἀνδρῶν, Λεπίδου τε καὶ Ἀντωνίου καὶ Καίσαρος, ἴσον ἰσχύουσαν ὑπάτοις, ἣν ἄν τις Ἑλλήνων ἁρμοστὰς ὀνομάσειεν, ὃ καὶ Λακεδαιμόνιοι τοῖς ἄρτι καθισταμένοις τὰ ὑπήκοα ἐτίθεντο ὄνομα,᾿ οὔτε διαστήματος ἐς δοκιμασίαν οὔτε κυρίας ἐς τὴν χειροτονίαν ἡμέρας προτεθείσης:
(아피아노스, The Civil Wars, book 4, chapter 2 3:1)
οὕτω μὲν ἐξ ἀέλπτου τότε ὁ Ἀννίβας αὐτός τε περιῆν καὶ τὸν στρατὸν περιέσωζε, καὶ ἐς Γερωνίαν τῆς Ιἀπυγίας ἐπειχθείς, ἣ σίτου πλήρης ἦν, ἐξεῖλεν αὐτήν, καὶ ἐν ἀφθόνοις ἀδεῶς ἐχείμαζεν.
(아피아노스, The Foreign Wars, chapter 3 4:7)
πλήρης γὰρ ὡς τὰ νῦν ἡ φιλοτησία.
(아리스티데스, 아일리오스, 연설, Διόνυσος 4:4)
καὶ μὴν ὅτι γε ἰχθύων πάντη πλήρης, καὶ τούτων τιθασῶν τε καὶ συσσίτων τοῖς σκηνοῦσιν ἐπὶ ταῖς ὄχθαις, καὶ οὐκ ἐπὶ τοῦ ξηροῦ, ἀλλ ὑπὸ τοῦ αὐλοῦ ἐν χώρᾳ ὀρχουμένων καὶ παροινίᾳ κυβιστώντων εἰς τοὺς συμπότας, ταῦτα μὲν κἂν οἱ παῖδες ἐξηγοῖντο καὶ ἰδεῖν πᾶσιν ἔξεστιν:
(아리스티데스, 아일리오스, 연설, Σμυρναϊκὸς πολιτικός 5:4)
ἦν δὲ πλήρης ἡ μὲν θάλαττα νεῶν, ἡ δὲ γῆ πεζῶν, ὁ δ ἀὴρ βελῶν.
(아리스티데스, 아일리오스, 연설, Πρὸς Πλάτωνα ὑπὲρ τῶν τεττάρων 65:10)
ἔπειτα πάλιν ἀνακηρύττει "3ἡ τετρυπημένη τοῦ πρότερον λέγοντος, ἡ δὲ πλήρης τοῦ ὕστερον λέγοντος.
(아리스토텔레스, 아테네인들의 정치체제, work Ath. Pol., chapter 68 4:3)
οὐκοῦν καλά γ ἂν πάθοιμεν, εἰ πλήρης τύχοι ὁ δῆμος ὢν κἄπειθ ὑπερβαίνουσά τις ἀναβαλλομένη δείξειε τὸν Φορμίσιον.
(아리스토파네스, Ecclesiazusae, Prologue 3:8)
τά τε πλοῖα αὐτῷ ἄλλῃ καὶ ἄλλῃ παραπλέοντα καὶ αἱ διφθέραι τῆς κάρφης ἐμπιπλάμεναι καὶ ἡ ὄχθη πᾶσα πλήρης φαινομένη τῇ μὲν ἱππέων, τῇ δὲ πεζῶν, οὐκ εἰά ἠρεμεῖν τὸν Πῶρον, οὐδὲ ἕν τι ἐπιλεξάμενον ἐς φυλακὴν ξύμφορον ἐς τοῦτο ἐκ πάντων παρασκευάζεσθαι.
(아리아노스, Anabasis, book 5, chapter 9 3:2)
φαιδρὸς δὲ κρατὴρ θηρίκλειος ἐν μέσῳ ἕστηκε λευκοῦ νέκταρος παλαιγενοῦς πλήρης, ἀφρίζων ὃν λαβὼν ἐγὼ κενὸν τρίψας, ποήσας λαμπρόν, ἀσφαλῆ βάσιν στήσας, συνάψας καρπίμοις κισσοῦ κλάδοις ἔστεψα.
(아테나이오스, The Deipnosophists, Book 11, book 11, chapter 43 1:4)
Σιληνὸς δ ὁ Καλακτῖνος ἐν τρίτῳ Σικελικῶν περὶ Συρακούσας φησὶν κῆπον εἶναι πολυτελῶς κατεσκευασμένον ὃν καλεῖσθαι Μῦθον, ἐν ᾧ χρηματίζειν ῾ Ιἕρωνα τὸν βασιλέα, ἡ δὲ Πανορμῖτις τῆς Σικελίας πᾶσα κῆπος προσαγορεύεται διὰ τὸ πᾶσα εἶναι πλήρης δένδρων ἡμέρων, ὥς φησιν Καλλίας ἐν ὀγδόῃ τῶν περὶ Ἀγαθοκλέα Ἱστοριῶν.
(아테나이오스, The Deipnosophists, Book 12, book 12, chapter 59 2:2)
πλήρης μὲν ὄψων ποντίων, πάρεισι δὲ μόσχων τέρειναι σάρκες ἀρνεία τε δαὶς καὶ πεπτὰ καὶ κροτητὰ τῆς ξουθοπτέρου πελάνῳ μελίσσης ἀφθόνως δεδευμένα, φησὶν ὁ Εὐριπίδης ἐν Κρήσσαις.
(아테나이오스, The Deipnosophists, Book 14, book 14, chapter 46 1:3)
"τοιούτων γὰρ ᾀσμάτων αὐτοῦ πᾶσα πλήρης ἡ Φοινίκη, ἐν ᾗ καὶ αὐτὸς περιῄει καλαμίζων μετὰ τῶν τοὺς κολάβρους καλουμένους συντιθέντων.
(아테나이오스, The Deipnosophists, Book 15, book 15, chapter 5121)
ἐγὼ κεχόρτασμαι μέν, ἄνδρες, οὐ κακῶς, ἀλλ εἰμὶ πλήρης, ὥστε καὶ μόλις πάνυ ὑπεδησάμην ἅπαντα δρῶν τὰς ἐμβάδας.?
(아테나이오스, The Deipnosophists, Book 3, book 3, chapter 56 2:2)

SEARCH

MENU NAVIGATION