- 문장 내 검색

헬라어 문장 내 검색 Language

καὶ γὰρ ὁ τὴν μάχην γενέσθαι σπεύσας καὶ οὐ περιιδὼν διαφθαρέντα τὰ πράγματα ἐν τῇ τριβῇ καὶ ὁ πάντα εἰς ἑαυτὸν ἀναδεξάμενος καὶ δείξας ὃ σὺ χρησμῳδεῖς, οὐκ ἐν ἄλλοις εἰκὸς ἔχειν τὰς ἐλπίδας, ὧν ἢ εὖ ἢ κακῶς πραξάντων ἀνάγκη πλανᾶσθαι καὶ αὐτὸν καὶ τὰ αὐτοῦ τινὸς, ἀλλ αὐτὸν ἐν αὑτῷ, τόν γε δὴ σώφρονα καὶ τὸν ἀνδρεῖον καὶ φρόνιμον, Μιλτιάδης εἷς ἀνήρ ἐστιν, οὐκ ἄλλος οὐδείς.?
(아리스티데스, 아일리오스, 연설, Πρὸς Πλάτωνα ὑπὲρ τῶν τεττάρων 58:8)
καὶ ἡμῖν οὖν κατὰ τὴν καταληπτικὴν φαντασίαν καὶ τῶν κηρίνων περιενεχθήτω, ἵνα κἂν κατὰ τὴν ὄψιν πλανᾶσθαι δυνώμεθα μὴ πάντα λαλῶμεν.
(아테나이오스, The Deipnosophists, Book 8, book 8, chapter 50 5:2)
ἰδίᾳ δ, ἐξομοσάμενον, οὐ πάνυ καλὸν οὐδ ἀσφαλὲς ἦν ἐκεῖσε πλανᾶσθαι:
(데모스테네스, Speeches 11-20, Περὶ τῆς Παραπρεσβείας 226:2)
πλανᾶσθαι δὲ αὐτὸ μέχρι τῆσδε τῆς θαλάττης ἐπὶ τὴν Σύρτιν τροφῆς ἕνεκα.
(디오, 크리소토모스, 연설, ΛΙΒΥΚΟΣ ΜΥΘΟΣ. 7:2)
ἔπειτα ἠλᾶτο τετυφλωμένος, ὥσπερ οὐ δυνάμενος βλέπων πλανᾶσθαι.
(디오, 크리소토모스, 연설, ΔΙΟΓΕΝΗΣ ἢ περὶ ΟΙΚΕΤΩΝ. 38:3)
τάδε δὲ τὰ ξύμπαντα φάσκοντες ἀγνώμονα καὶ ἄφρονα καὶ ἀδέσποτα καὶ μηδένα ἔχοντα ἄρχοντα μηδὲ ταμίαν μηδὲ ἐπιστάτην πλανᾶσθαι εἰκῇ καὶ φέρεσθαι, μηδενὸς μήτε νῦν προνοοῦντος μήτε πρότερον ἐργασαμένου τὸ πᾶν, μηδὲ ὥσπερ οἱ παῖδες τοὺς τροχοὺς αὐτοὶ κινήσαντες εἶτα ἐῶσιν ἀφ αὑτῶν φέρεσθαι.
(디오, 크리소토모스, 연설, Ὀλυμπικὸς ἢ περὶ τῆς πρώτης τοῦ θεοῦ ἐννοίας 47:1)
πολλοὶ δὲ καὶ πάγκαλοι λειμῶνες ὑπὸ ὑψηλοῖς τε καὶ ἀραιοῖς δένδρεσιν ἀνειμένοι, καὶ πάντα μεστὰβοτάνης εὐθαλοῦς δι ὅλου τοῦ θέρους, ὥστε μὴ πολὺν πλανᾶσθαι τόπον.
(디오, 크리소토모스, 연설, ΕΥΒΟΙΚΟΣ ἢ ΚΥΝΗΓΟΣ. 18:1)
τοιγαροῦν οἱ μὲν βάρβαροι διαμένοντες ἐπὶ τῶν αὐτῶν ἀεὶ βεβαίως ἕκαστα λαμβάνουσιν, οἱ δ Ἕλληνες τοῦ κατὰ τὴν ἐργολαβίαν κέρδους στοχαζόμενοι καινὰς αἱρέσεις κτίζουσι, καὶ περὶ τῶν μεγίστων θεωρημάτων ἀλλήλοις ἀντιδοξοῦντες διχονοεῖν ποιοῦσι τοὺς μανθάνοντας καὶ τὰς ψυχὰς αὐτῶν πλανᾶσθαι, τὸν πάντα βίον ἐν αἰώρᾳ γινομένας καὶ μηδὲν ὅλως πιστεῦσαι δυναμένας βεβαίως:
(디오도로스 시켈로스, Bibliotheca Historica, book 2, chapter 29 6:1)
μετὰ δὲ ταῦτα ἐμμανῆ γενομένην καὶ τῶν τῆς θυγατρὸς παιγνίων τὰ δυνάμενα ψόφον ἐπιτελεῖν ἁρπάσασαν πλανᾶσθαι κατὰ τὴν χώραν, λελυμένην μὲν τὰς τρίχας, τῷ δὲ διὰ τῶν τυμπάνων καὶ κυμβάλων ψόφῳ ἐνθεάζουσαν, ὥστε καταπλήττεσθαι πλήττεσθαι τοὺς ὁρῶντας.
(디오도로스 시켈로스, Bibliotheca Historica, book 3, chapter 57 7:1)
τινὰ τῶν ἄστρων πλανᾶσθαι, εἰ οὕτω ταῖς κινήσεσι χρώμενα συμβαίνει, τινὰ δὲ ὁμαλῶς κινεῖσθαι, ἐνδέχεται μὲν καὶ παρὰ τὸ κύκλῳ κινούμενα ἐξ ἀρχῆς οὕτω κατηναγκάσθαι, ὥστε τὰ μὲν κατὰ τὴν αὐτὴν δίνην φέρεσθαι ὁμαλῆ οὖσαν, τὰ δὲ κατά τιν ἄλλην τισὶν ἀνωμαλίαις χρωμένην.
(디오게네스 라에르티오스, Lives of Eminent Philosophers, I, EPIKOUROS 112:4)
ἀπὸ Τροίας ἀνακομισαμένων περιπλέοντας Μαλέαν, ἔπειτα χειμῶνι βιαίῳ καταληφθέντας τέως μὲν ὑπὸ τῶν πνευμάτων φερομένους πολλαχῇ τοῦ πελάγους πλανᾶσθαι, τελευτῶντας δ ἐλθεῖν εἰς τὸν τόπον τοῦτον τῆς Ὀπικῆς, ὃς καλεῖται Λατίνιον ἐπὶ τῷ Τυρρηνικῷ πελάγει κείμενος.
(디오니시오스, Antiquitates Romanae, book 1, chapter 72 5:1)
καὶ εἰ μὲν εἰς ταῦτά τις ὁρῶν τὸ μέγεθος ἐξετάζειν βουλήσεται τῆς Ῥώμης, πλανᾶσθαί τ ἀναγκασθήσεται καὶ οὐχ ἕξει βέβαιον σημεῖον οὐδέν, ᾧ διαγνώσεται, μέχρι ποῦ προβαίνουσα ἔτι πόλις ἐστὶ καὶ πόθεν ἄρχεται μηκέτ εἶναι πόλις, οὕτω συνύφανται τὸ ἄστυ τῇ χώρᾳ καὶ εἰς ἄπειρον ἐκμηκυνομένης πόλεως ὑπόληψιν τοῖς θεωμένοις παρέχεται.
(디오니시오스, Antiquitates Romanae, Books IV-VI, book 4, chapter 13 5:1)
ὅτῳ γὰρ ἀνδρὶ εἰς ἑαυτὸν ἀνήρτηται πάντα τὰ πρὸς εὐδαιμονίαν φέροντα ἢ ἐγγὺς τούτου, καὶ μὴ ἐν ἄλλοις ἀνθρώποις αἰωρεῖται, ἐξ ὧν ἢ εὖ ἢ κακῶς πραξάντων πλανᾶσθαι ἠναγκάσθη καὶ τὰ ἐκείνου, τούτῳ ἄριστα παρεσκεύασται ζῆν, οὗτός ἐστιν ὁ σώφρων καὶ οὗτος ἀνδρεῖος καὶ φρόνιμος, οὗτος γιγνομένων παίδων καὶ χρημάτων καὶ διαφθειρομένων καὶ μάλιστα πείθεται τῇ παροιμίᾳ:
(디오니시오스, De Demosthene, chapter 30 5:4)
οὕτως ὅπου διαφέρειν οἰόμεθα τὸ πλανᾶσθαι τοῦ μὴ πλανᾶσθαι, ἐνταῦθα πολλὴν προσοχὴν εἰσφέρομεν εἰς διάκρισιν τῶν διαπλανᾶν δυναμένων, ἐπὶ δὲ ταλαιπώρου ἡγεμονικοῦ χάσκοντες καὶ καθεύδοντες, πᾶσαν φαντασίαν παραπροσδεχόμεθα:
(에픽테토스, Works, book 1, Περὶ τοῦ λόγου πῶς αὑτοῦ θεωρητικός ἐστιν. 10:1)
ἀπολαβόμενος οὖν αὐτὸν κατ ἰδίαν "μισθόν, ἔφη, παρὰ Καίσαρος ἔχεις τὸ ζῆν τοῦ μηνῦσαι τὸν ἀναπείσαντά σε πλανᾶσθαι τηλικαῦτα.
(플라비우스 요세푸스, De bello Judaico libri vii, Φλαυίου Ιὠσήπου ἱστορία Ιοὐδαϊκοῦ πολέμου πρὸς Ῥωμαίους λόγος β.? 141:1)

SEARCH

MENU NAVIGATION