- 문장 내 검색

헬라어 문장 내 검색 Language

οὐδεὶς δ ἐρεῖ "ἐγὼ μουσικός εἰμι", ἂν πλῆκτρον καὶ κιθάραν ἀγοράσῃ, οὐδ "ἐγὼ χαλκεύς εἰμι", ἂν πιλίον καὶ περίζωμα περιθῆται, ἀλλ ἁρμόζεται μὲν τὸ σχῆμα πρὸς τὴν τέχνην, ἀπὸ τῆς τέχνης δὲ τὸ ὄνομα, οὐκ ἀπὸ τοῦ σχήματος ἀναλαμβάνουσιν.?
(에픽테토스, Works, book 4, Πρὸς τοὺς ταχέως ἐπὶ τὸ σχῆμα τῶν φιλοσόφων ἐπιπηδῶντας. 16:2)
εἰ δ οὕτως κωφὸς εἶ καὶ τυφλός, ἵνα μηδὲ τὸν Ἥφαιστον ὑπολαμβάνῃς καλὸν χαλκέα, ἂν μὴ τὸ πιλίον ἴδῃς περὶ τὴν κεφαλὴν περικείμενον, τί κακὸν ὑφ οὕτως ἠλιθίου κριτοῦ ἀγνοεῖσθαι·
(에픽테토스, Works, book 4, Πρὸς τοὺς ταχέως ἐπὶ τὸ σχῆμα τῶν φιλοσόφων ἐπιπηδῶντας. 21:1)
ἢ Τιγράνην τὸν Ἀρμένιον ἢ τὸν Βιθυνὸν Νικομήδην ὧν ὁ μὲν τὸ διάδημα τοῖς Πομπηίου ποσὶν ὑπορρίψας αἰσχρῶς τὴν βασιλείαν ἀπέλαβε, λάφυρον γενομένην Νικομήδης δὲ τὴν κεφαλὴν ξυράμενος καὶ πιλίον ἐπιθέμενος ἀπελεύθερον ἑαυτὸν Ῥωμαίων ἀνηγόρευσεν.
(플루타르코스, De Alexandri magni fortuna aut virtute, chapter 2, section 3 6:1)
Νικομήδης δὲ τὴν κεφαλὴν ξυράμενος καὶ πιλίον ἐπιθέμενος ἀπελεύθερον ἑαυτὸν Ῥωμαίων ἀνηγόρευσεν.
(플루타르코스, De Alexandri magni fortuna aut virtute, chapter 2, section 3 17:1)
ψηφισθείσης δὲ τῆς καθόδου τοῖς ἀνδράσιν, ἡμέρας ὀλίγας οἱ περὶ Τὸν Πολύβιον διαλιπόντες αὖθις ἐπεχείρουν εἰς τὴν σύγκλητον εἰσελθεῖν, ὅπως ἃς πρότερον εἶχον ἐν Ἀχαϊᾴ τιμὰς οἱ φυγάδες ἀναλάβοιεν, καὶ τοῦ Κάτωνος ἀπεπειρῶντο τῆς γνώμης, ὁ δὲ μειδιάσας ἔφη τὸν Πολύβιον, ὥσπερ Τὸν Ὀδυσσέα, βούλεσθαι πάλιν εἰς τὸ Τοῦ Κύκλωπος σπήλαιον εἰσελθεῖν, τὸ πιλίον ἐκεῖ καὶ τὴν ζώνην ἐπιλελησμένον.
(플루타르코스, Marcus Cato, chapter 9 3:1)
ὁ δὲ Τερέντιος ἐπηκολούθησεν αὐτῷ θριαμβεύοντι πιλίον ἔχων ὥσπερ ἀπελεύθερος:
(플루타르코스, Regum et imperatorum apophthegmata, Σκιπιῶνος τοῦ Πρεσβυτερου, section 71)
ὁ δὲ Τερέντιος ἐπηκολούθησεν αὐτῷ θριαμβεύοντι πιλίον ἔχων ὥσπερ ἀπελεύθερος:
(플루타르코스, Regum et imperatorum apophthegmata, Σκιπίωνος τοῦ πρεσβυτέρου, section 7 1:1)
ὅς γε πρῶτον μέν, πρεσβευτῶν παραγεγονότων Ῥωμαϊκῶν πρὸς αὐτόν, ἐξυρημένος τὴν κεφαλὴν καὶ πιλίον ἔχων λευκὸν καὶ τήβενναν καὶ καλικίους ἀπήντα τούτοις, καὶ καθόλου τοιαύτῃ διασκευῇ κεχρημένος οἱάν ἔχουσιν οἱ προσφάτως ἠλευθερωμένοι παρὰ Ῥωμαίοις, οὓς καλοῦσι λιβέρτους:?
(폴리비오스, Histories, book 30, chapter 18 3:1)

SEARCH

MENU NAVIGATION