- 문장 내 검색

헬라어 문장 내 검색 Language

ἀπωσθέντων δὲ εἰ μὲν φυγὴ λαμπρὰ γένοιτο, διαχωρεῖν ἤδη τὰς πεζικὰς τάξεις καὶ ἐπελαύνειν τοὺς ἱππέας, μὴ πάντας τοὺς λόχους ἀλλὰ τοὺς ἡμίσεας:?
(아리아노스, Acies Contra Alanos 37:1)
οἱ δ ἐκπλαγέντες διὰ τὸ παράδοξον ὑπέλαβον ἀπολωλέναι τὰς ἰδίας δυνάμεις ἐν Σικελίᾳ καὶ τὰς πεζικὰς καὶ τὰς ναυτικάς:
(디오도로스 시켈로스, Bibliotheca Historica, Books XVIII-XX, book 20, chapter 9 3:1)
Μέμνων μὲν οὖν ὁ Ῥόδιος, διαβεβοημένος ἐπὶ συνέσει στρατηγικῇ, συνεβούλευε κατὰ στόμα μὲν μὴ διακινδυνεύειν, τὴν δὲ χώραν φθείρειν καὶ τῇ σπάνει τῶν ἀναγκαίων εἴργειν τοὺς Μακεδόνας τῆς εἰς τοὔμπροσθεν πορείας, διαβιβάζειν δὲ καὶ δυνάμεις εἰς τὴν Μακεδονίαν ναυτικάς τε καὶ πεζικὰς καὶ τὸν ὅλον πόλεμον εἰς τὴν Εὐρώπην μεταγαγεῖν.
(디오도로스 시켈로스, Library, book xvii, chapter 18 2:2)
ἐν δὲ τῇ Βαβυλῶνι συνηθροικὼς τὰς πεζικὰς καὶ ἱππικὰς δυνάμεις εὐθὺς ἀναλαβὼν προῆγεν ἐπὶ τοὺς Φοίνικας:
(디오도로스 시켈로스, Library, book xvi, chapter 42 1:1)
ἔπειθ ὅσας ἄλλας ἱππικὰς καὶ πεζικὰς ἠγωνισάμην μάχας, ἐπιφανὴς ἐν ἁπάσαις ἐγενόμην καὶ τἀριστεῖα ἐξ ἁπασῶν ἔλαβον:
(디오니시오스, Antiquitates Romanae, Books VII-IX, book 8, chapter 29 7:1)
ὅμοια δ ἐστὶ παρ αὐτῷ καὶ τὰ κατὰ τὰς πεζικὰς μάχας ἢ μηκυνόμενα πέρα τοῦ δέοντος ἢ συναγόμενα εἰς ἔλαττον τοῦ μετρίου.
(디오니시오스, Δε Τηυξψδιδις ιδιοματιβυς ῾επιστυλα αδ Αμμαευμ᾿, chapter 13 2:3)
τὰ μὲν οὖν περὶ τὰς πεζικὰς δυνάμεις ἑώρων κατὰ λόγον σφίσι προχωροῦντα:
(폴리비오스, Histories, book 1, chapter 20 3:1)
ἐν γὰρ τοῖς ἑξῆς χρόνοις, κατεχόντων αὐτῶν ἤδη τὸν Ἀκράγαντα, πολλαὶ μὲν πόλεις προσετίθεντο τῶν μεσογαίων τοῖς Ῥωμαίοις, ἀγωνιῶσαι τὰς πεζικὰς δυνάμεις, ἔτι δὲ πλείους ἀφίσταντο τῶν παραθαλαττίων, καταπεπληγμέναι τὸν τῶν Καρχηδονίων στόλον.
(폴리비오스, Histories, book 1, chapter 20 6:1)
Οἱ δὲ Καρχηδόνιοι, συνέντες τὸν γεγονότα φθόρον τοῦ τῶν Ῥωμαίων στόλου καὶ νομίσαντες κατὰ μὲν γῆν ἀξιόχρεως σφᾶς εἶναι διὰ τὸ προγεγονὸς εὐτύχημα, κατὰ δὲ θάλατταν διὰ τὴν εἰρημένην τῶν Ῥωμαίων περιπέτειαν, ὡρ´μησαν προθυμότερον ἐπί τε τὰς ναυτικὰς καὶ πεζικὰς παρασκευάς.
(폴리비오스, Histories, book 1, chapter 38 1:1)
ταῦτα δ ἐπιτελεσάμενος ὁμολογουμένως αἴτιος ἐδόκει γεγονέναι τοῖς Ῥωμαίων πράγμασι τοῦ πάλιν ἀναθαρρῆσαι τὰς πεζικὰς δυνάμεις καὶ κρατῆσαι τῶν ὑπαίθρων.
(폴리비오스, Histories, book 1, chapter 40 16:1)
Τὰ μὲν οὖν περὶ τὸν Ἔρυκα καὶ τὰς πεζικὰς δυνάμεις τοιαύτην ἔσχε διάθεσιν.
(폴리비오스, Histories, book 1, chapter 58 7:1)
Κατὰ δὲ τοὺς αὐτοὺς καιροὺς τῶν τὰς ὑπάτους ἀρχὰς ἐχόντων Γνάιος μὲν Φόλουιος ἐξέπλει ναυσὶ διακοσίαις ἐκ τῆς Ῥώμης, Αὖλος δὲ Ποστόμιος τὰς πεζικὰς ἔχων δυνάμεις ἐξώρμα.
(폴리비오스, Histories, book 2, chapter 11 1:1)
κατὰ δὲ τὸν αὐτὸν καιρὸν καὶ Ποστόμιος τὰς πεζικὰς διεβίβαζε δυνάμεις ἐκ τοῦ Βρεντεσίου, πεζοὺς μὲν εἰς δισμυρίους, ἱππεῖς δὲ περὶ δισχιλίους.
(폴리비오스, Histories, book 2, chapter 11 7:1)
τὰς δὲ πεζικὰς δυνάμεις ἐξώρκισε διὰ τῶν χιλιάρχων, τάξας ἡμέραν ἐν ᾗ δεήσει πάντας ἐν Ἀριμίνῳ γενέσθαι κοιταίους.
(폴리비오스, Histories, book 3, chapter 61 10:2)
οἱ δὲ περὶ τὸν Ἀσδρούβαν, σημηνάντων αὐτοῖς τῶν σκοπῶν ἐκ πολλοῦ τὸν ἐπίπλουν τῶν ὑπεναντίων, ἅμα τὰς πεζικὰς ἐξέταττον δυνάμεις παρὰ τὸν αἰγιαλὸν καὶ τοῖς πληρώμασι παρήγγελλον ἐμβαίνειν εἰς τὰς ναῦς.?
(폴리비오스, Histories, book 3, chapter 96 1:2)

SEARCH

MENU NAVIGATION