- 문장 내 검색

헬라어 문장 내 검색 Language

τί δ ἄλλο γε, ἔφην, ἢ ἅπερ δυνατὸν, ταῦτα ποιήσω, περιβαλλόμενος θοἰμάτιον, στὰς οὑτωσὶ, τὸ πρόβλημα ἀποσημήνας αὐτὸς πρὸς ἐμαυτὸν, καὶ μίκρ ἄττα ὑπαρξάμενος εἶτ ἀπαλλάξομαι, καὶ οὕτως ἀφωσίωταί μοι·?
(아리스티데스, 아일리오스, 연설, Ιἑροὶ λόγοι δ# 4:14)
νῦν δὲ ὥσπερ ὠδίνων καὶ περιβαλλόμενος κύκλῳ τὴν ἐπ ἐκείνους ὁδὸν οὕτως ἐπιβούλως ἐλθὼν ἐπὶ τοὺς λόγους φαίνεται.
(아리스티데스, 아일리오스, 연설, Πρὸς Πλάτωνα ὑπὲρ τῶν τεττάρων 2:9)
καὶ οὐκέτι προστίθημι ὅτι τῆς μὲν ὠμότητος, ἣν ἐν οἷς καθάπαξ τινῶν κατέστη κύριος Φίλιππος ἔστιν ἰδεῖν, ἑτέροις πειραθῆναι συνέβη, τῆς δὲ φιλανθρωπίας, ἣν τὰ λοιπὰ τῶν πραγμάτων ἐκεῖνος περιβαλλόμενος ἐπλάττετο, ὑμεῖς καλῶς ποιοῦντες τοὺς καρποὺς κεκόμισθε.
(데모스테네스, Speeches 11-20, Περὶ τοῦ Στεφάνου 334:3)
περιβαλλόμενος δὲ ταῖς ἐλπίσι τὴν τῶν ὅλων ἡγεμονίαν ἔγνω μὴ προσέχειν μήτε τοῖς βασιλεῦσι μήτε τοῖς ἐπιμεληταῖς αὐτῶν:
(디오도로스 시켈로스, Bibliotheca Historica, Books XVIII-XX, book 18, chapter 50 2:1)
δόξαντες δ οἱ Γάβιοι μέγα προσγεγονέναι σφίσι πλεονέκτημα πολλῶν ὡς αὐτοὺς ἀφικομένων καὶ οὐ διὰ μακροῦ τὴν Ῥώμην ὑποχείριον ἕξειν ἐλπίσαντες καὶ ἔτι μᾶλλον ἐξαπατηθέντες ὑφ ὧν ἔπραττεν ὁ τοῦ πατρὸς ἀποστάτης συνεχῶς ἐπὶ τὴν χώραν ἐξιὼν καὶ πολλὰς περιβαλλόμενος ὠφελείας:
(디오니시오스, Antiquitates Romanae, Books IV-VI, book 4, chapter 55 5:2)
δήμῳ μὲν φράζειν ἃ διανοοῦμαι πράττειν οὐκ ἀσφαλές, μή τις ἴδια κέρδη περιβαλλόμενος πρὸς τοὺς πολεμίους αὐτὰ ἐξενέγκῃ, δέον αὐτοῖς ὥσπερ μυστηρίου ἀπορρήτου φυλακῆς:
(디오니시오스, Antiquitates Romanae, Books IV-VI, book 5, chapter 27 4:1)
καὶ οὐκέτι προστίθημι, ὅτι τῆς μὲν ὠμότητος, ἣν ἐν οἷς καθάπαξ τινῶν κατέστη κύριος ὁ Φίλιππος ἔστιν ἰδεῖν, ἑτέροις πειραθῆναι συνέβη, τῆς δὲ φιλανθρωπίας, ἣν τὰ λοιπὰ τῶν πραγμάτων ἐκεῖνος περιβαλλόμενος πρὸς ὑμᾶς ἐπλάττετο, ὑμεῖς καλῶς ποιοῦντες τοὺς καρποὺς ἐκομίσασθε.
(디오니시오스, Δε Τηυξψδιδις ιδιοματιβυς ῾επιστυλα αδ Αμμαευμ᾿, chapter 54 4:1)
τὸν δὲ Νεεμίαν οὐδὲν τούτων ἐξέστησεν τῆς σπουδῆς τῆς περὶ τὸ ἔργον, ἀλλὰ στῖφός τι φυλακῆς ἕνεκα τοῦ σώματος περιβαλλόμενος ἀτρύτως ὑπέμενεν, ὑπὸ τῆς περὶ τὸ ἔργον ἐπιθυμίας ἀναισθητῶν καὶ τῆς ταλαιπωρίας.
(플라비우스 요세푸스, Antiquitates Judaicae, Book 11 213:1)
ἐσθῆτι δὲ τοιῇδε χρέωνται, κιθῶνι ποδηνεκέι λινέῳ, καὶ ἐπὶ τοῦτον ἄλλον εἰρίνεον κιθῶνα ἐπενδύνει καὶ χλανίδιον λευκὸν περιβαλλόμενος, ὑποδήματα ἔχων ἐπιχώρια, παραπλήσια τῇσι Βοιωτίῃσι ἐμβάσι.
(헤로도토스, The Histories, book 1, chapter 195 2:2)
ἐξοίσει γάρ τις πρὸς τὸν Μάγον, ἰδίῃ περιβαλλόμενος ἑωυτῷ κέρδεα.
(헤로도토스, The Histories, book 3, chapter 71 5:2)
Ἐπιδεῖν δὲ ἀγαθῶς οὐ παντὸς ἀνδρός ἐστι τὰ τοιαῦτα‧ ἢν γάρ τις ἐπιδέῃ, ὥσπερ καὶ τὰ ἄλλα τὰ κατὰ τὰ σφυρὰ ἐπιδεῖται, ὁτὲ μὲν περὶ τὸν πόδα περιβαλλόμενος, ὁτὲ δὲ περὶ τὸν τένοντα, αἱ ἀποσφίγξιες αὗται χωρίζουσι τὴν πτέρνην, ᾗ τὸ φλάσμα ἐγένετο‧ καὶ οὕτω κίνδυνος σφακελίσαι τὸ ὀστέον τὸ τῆς πτέρνης‧ καίτοι ἢν σφακελίσῃ, τὸν αἰῶνα πάντα ἱκανὸν ἀντίσχειν τὸ νόσημα.
(히포크라테스, Oeuvres Completes D'Hippocrate., ΠΕΡΙ ΑΓΜΩΝ., 11.5)
ἐπὶ ταύτην ἀφικόμενος τούς τε πειρωμένους ἀμύνεσθαι διέφθειρε καὶ λείαν περιβαλλόμενος ἀπήλαυνεν ἐς τὴν Μεσσήνην.
(파우사니아스, Description of Greece, Μεσσηνιακά, chapter 16 13:1)
οὐ γὰρ ἄν ποτε οὕτω κομψῶς κύκλῳ περιβαλλόμενος ἀφανίσαι ἐνεχείρεις οὗ ἕνεκα ταῦτα πάντα εἴρηκας, καὶ ὡς ἐν παρέργῳ δὴ λέγων ἐπὶ τελευτῆς αὐτὸ ἔθηκας, ὡς οὐ πάντα τούτου ἕνεκα εἰρηκώς, τοῦ ἐμὲ καὶ Ἀγάθωνα διαβάλλειν, οἰόμενος δεῖν ἐμὲ μὲν σοῦ ἐρᾶν καὶ μηδενὸς ἄλλου, Ἀγάθωνα δὲ ὑπὸ σοῦ ἐρᾶσθαι καὶ μηδ ὑφ ἑνὸς ἄλλου.
(플라톤, Parmenides, Philebus, Symposium, Phaedrus, Συμποσίον 531:3)
καὶ Νικίας μὲν ὡς χαλεπὸν ἔργον ὀ`ν τὰς Συρακούσας ἑλεῖν ἀπέτρεπε τὸν δῆμον, Ἀλκιβιάδης δὲ Καρχηδόνα καὶ Λιβύην ὀνειροπολῶν, ἐκ δὲ τούτων προσγενομένων Ἰταλίαν καὶ Πελοπόννησον ἤδη περιβαλλόμενος, ὀλίγου δεῖν ἐφόδια τοῦ πολέμου Σικελίαν ἐποιεῖτο.
(플루타르코스, Ἀλκιβιάδης, chapter 17 3:1)
τὴν δ εὔνοιαν ὡς κάλλιστον ἅμα καὶ βεβαιότατον ἑαυτῷ περιβαλλόμενος φυλακτήριον, αὖθις ἀνελάμβανε τὸν δῆμον ἑστιάσεσι καὶ σιτηρεσίοις, τὸ δὲ στρατιωτικὸν ἀποικίαις, ὧν ἐπιφανέσταται Καρχηδὼν καὶ Κόρινθος ἦσαν, αἷς καὶ πρότερον τὴν ἅλωσιν καὶ τότε τὴν ἀνάληψιν ἅμα καὶ κατὰ τὸν αὐτὸν χρόνον ἀμφοτέραις γενέσθαι συνέτυχε.?
(플루타르코스, Caesar, chapter 57 5:1)

SEARCH

MENU NAVIGATION