- 문장 내 검색

헬라어 문장 내 검색 Language

τὴν δ ἑτέραν ἔγημε παριδὼν τοὺς τῆς πόλεως νόμους Δημοσθένης ὁ Παιανιεύς, ἐξ ἧς ὑμῖν ὁ περίεργος καὶ συκοφάντης γεγένηται.?
(아이스키네스, 연설, κατὰ Κτησιφῶντος, section 1721)
εἰκότως δ ἂν οὐ περίεργος νομιζοίμην ἐν πατρίδος μοίρᾳ τὴν πόλιν ὑμῶν ἄγων.
(아리스티데스, 아일리오스, 연설, Ῥοδίοις περὶ ὁμονοίας 1:4)
ὥστε περὶ μὲν πόρων τὸν μέλλοντα συμβουλεύειν δέοι ἂν τὰς προσόδους τῆς πόλεως εἰδέναι τίνες καὶ πόσαι, ὅπως εἴτε τις παραλείπεται προστεθῇ καὶ εἴ τις ἐλάττων αὐξηθῇ, ἔτι δὲ τὰς δαπάνας τῆς πόλεως ἁπάσας, ὅπως εἴ τις περίεργος ἀφαιρεθῇ καὶ εἴ τις μείζων ἐλάττων γένηται:
(아리스토텔레스, 수사학, Book 1, chapter 4 8:1)
ἔτι δὲ περὶ φυλακῆς τῆς χώρας μὴ λανθάνειν πῶς φυλάττεται, ἀλλὰ καὶ τὸ πλῆθος εἰδέναι τῆς φυλακῆς καὶ τὸ εἶδος καὶ τοὺς τόπους τῶν φυλακτηρίων τοῦτο δ ἀδύνατον μὴ ἔμπειρον ὄντα τῆς χώρας, ἵν εἴ τ ἐλάττων ἡ φυλακὴ προστεθῇ καὶ εἴ τις περίεργος ἀφαιρεθῇ καὶ τοὺς ἐπιτηδείους τόπους τηρῶσι μᾶλλον.
(아리스토텔레스, 수사학, Book 1, chapter 4 10:1)
εἰ μὲν οὖν ἑτέρου τινὸς οὗτος ἔφη πατρὸς εἶναι καὶ μὴ τοῦ ἐμοῦ, περίεργος ἂν εἰκότως ἐδόκουν εἶναι φροντίζων ὅ τι βούλεται καλεῖν οὗτος ἑαυτόν.
(데모스테네스, Speeches 31-40, Πρὸς Βοιωτὸν περὶ τοῦ Ὀνόματος. 3:1)
ἐγὼ δὲ ἂν μὲν ὑμῖν ἀκούσασιν περί τινος τῶν μὴ πάνυ ἀναγκαίων φανῶ λέγων, δικαίως ἂν ἀμφότερά φημι δόξειν, ἅμα εὐήθης καὶ περίεργος:
(디오, 크리소토모스, 연설, ΡΟΔΙΑΚΟΣ. 2:1)
περὶ δὲ τῆς ἐκφορᾶς καὶ καύσεως ἐπιμεληθήτωσαν Βούλων καὶ Καλλῖνος μετὰ τῶν συνήθων, ὅπως μήτ ἀνελεύθερος γένηται μήτε περίεργος.
(디오게네스 라에르티오스, Lives of Eminent Philosophers, E, Kef. d'. LUKWN 6:5)
ἐναλλαγείσης δὲ τῆς πτώσεως καὶ τῶν συνδέσμων πολλῶν εἰς βραχὺ συναχθέντων, οἶμαι, περίεργός τε καὶ ἀσυνήθης καὶ ἐξηλλαγμένη γέγονεν ἡ διάλεκτος.
(디오니시오스, De Demosthene, chapter 9 4:3)
" οὕτως περίεργος εἶ, ὦ Σώκρατες, καὶ πολυπράγμων·
(에픽테토스, Works, book 3, Περὶ καλλωπισμοῦ. 21:1)
διὰ τοῦτο οὔτε περίεργος οὔτε πολυπράγμων ἐστὶν ὁ οὕτω διακείμενος:
(에픽테토스, Works, book 3, Περὶ Κυνισμοῦ. 97:1)
περίεργος δ ἂν εἰήν ἐγὼ τοὺς ἐμοῦ μᾶλλον ἐπισταμένους διδάσκων ὅσα μὲν Ἑλλάνικος Ἀκουσιλάῳ περὶ τῶν γενεαλογιῶν διαπεφώνηκεν, ὅσα δὲ διορθοῦται τὸν Ἡσίοδον Ἀκουσίλαος, ἢ τίνα τρόπον Ἔφορος μὲν Ἑλλάνικον ἐν τοῖς πλείστοις ψευδόμενον ἐπιδείκνυσιν, Ἔφορον δὲ Τίμαιος καὶ Τίμαιον οἱ μετ ἐκεῖνον γεγονότες, Ἡρόδοτον δὲ πάντες.
(플라비우스 요세푸스, Contra Apionem, Φλαΐου Ιὠσήπου περὶ ἀρχαιότητος Ιοὐδαίων λόγος α. 19:1)
Φευκτέη δὲ καὶ θρύψις ἐπικρατίδων διὰ προσκύρησιν ἀκέσιος, ὀδμή τε περίεργος‧ διὰ γὰρ ἱκανὴν ἀσυνηθείην διαβολὴν κεκτήσει, διὰ δὲ ὀλίγην, εὐσχημοσύνην‧ ἐν γὰρ μέρει πόνος ὀλίγος, ἐν πᾶσι ἱκανός.
(히포크라테스, Hippocrates Collected Works I, PARAGGELIAI, x.1)
"καὶ γὰρ ἄνευ τῆς ἀδικίας ἀκρασίαν τινὰ καὶ λιχνείαν ἐμφαίνειν ἐοίκεν ἡ περὶ ταῦτα πραγματεία πολυτελὴς οὖσα καὶ περίεργος.
(플루타르코스, Quaestiones Convivales, book 8, Διὰ τί μάλιστα οἱ Πυθαγορικοὶ ἐμψύχων τοὺς ἰχθῦς παρῃτοῦντο.? 18:15)

SEARCH

MENU NAVIGATION